Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

465. καὶ ἐπίσχειν] οἱ περὶ Ἀρίσταρχον “ἐπίσχειν” κατὰ παρατατικόν, οἱ δὲ περὶ τὸν Ἀσκαλωνίτην κατὰ ἀόριστον ὡς λαβεῖν· καὶ ὁ Ἡρωδιανὸς δὲ “ἐπίσχειν” παροξυτόνως· εἰ μὴ τις λέγοι, ὅτι ἔθος ἐστὶ τῷ ἀορίστῳ συντάττεσθαι τὴν ἐπί.

477. * θεόφιν μήστωρ ἀτάλαντος] ἴσος θεοῖς ἐν τῷ κατεργάσασ- [*](B=) θαί τι.

481. βοηθόον ἅρμα] Ἀρίσταρχος ὑφʼ ἓν “βοηθόον,” οἱ ἀπὸ τῆς σχολῆς διῃρημένως.

ἄλλως: βοηθόον] τὸ ἐν τῇ μάχῃ ταχύ· οὐ θέλει δὲ ἀπράκτως παραγαγεῖν ἐπὶ τὰς ναῦς 〈τὸ〉 ὄχημα τοῦ Ἀχιλλέως.

483. Αὐτομέδων δʼ ἀπέρουσε] τοῦ ἰδίου ἅρματος, οἷα Αἰνείας [*](B–) (Il. 5. 297) μεταγαγὼν 〈ἀπὸ〉 τῶν ὑμων τὴν ἀσπίδα, τὸ δὲ δόρυ ἁρπάσας παρακείμενον.

νόησε δὲ—Ἕκτωρ] εὐτυχήσας τῆς πανοπλίας ἐπιθυμεῖ καὶ τῶν [*](B=) ἵππων. προτρέπεται δὲ τὸν Αἰνείαν οὐ μόνον ὡς ἀριστέα, ἀλλὰ καὶ ὡς ἀσχάλλοντα ἐπὶ τῇ ἀφαιρέσει τῶν ἰδίων ἵππων (Il. 5. 323).

492. βοέῃς] συλληπτικῶς· ἣν γὰρ εἶχεν ὁ Ἕκτωρ, οὐ βοεία ἦν.

[*](B=)

493. * πολὺς δέ] ὁ “δέ” ἀντὶ τοῦ γάρ.

494. Ἄρητος] Ἄρατος Ἄρητος καὶ Ἀρήτη Ἰακῶς. καὶ κοινὸν γέγονεν.

505. *φοβῆσαί τε στίχας] “φοβῆσαι δὲ στίχας διὰ τοῦ “δέ,” οὐ “τέ.”

507. Αἴαντε] πιθανὸν ἀνακεχωρηκότος τοῦ Ἕκτορος καὶ τὸν [*](B=) Αἴαντα τολμῆσαι καταλιπεῖν τὸ σῶμα τοῖς μετʼ αὐτὸν ἀρίστοις.

[*](1. τόδε B, τάδε ‖ 2. ὡς ante ὤ. omisi ut B || ἄγουσι B ‖ 4. schol. supra v. 463 scriptum: traiecit et ῥέα ex ᾕρει corr. Ludwich ‖ 10. Ἀσκάλωνα: corr. Bekker ‖ 12. ἀντάττεσθαι: corr. Bekker ‖ 13. εἰς τὸ B ‖ 19. οἷα scripsi: ὅτε ‖ Αἰνείος W ; Πάνδαρος ‖ 20. τὸν νῶτον: suppl. et corr. W, cf. schol. A ad 5. 297 ‖ 29. ἐφόβησε alterum)
232
[*](B–)

514. θεῶν ἐν γούνασι κεῖται] τοῖς κόλποις, ὡς “πολλάκι γούνασιν ―ἐφεσ〈σ〉άμενος’ (Od.16. 443)—ὅ ἐστι ‘πρόχειρα πάντα ἔχουσιν οἱ θεοί· ’ οἳ δὲ ἐν τῇ τῶν θεῶν δυνάμει, ἀπὸ μέρους.

515. * μελήσει] ἀντὶ εὐκτικοῦ τοῦ ‘μελήσοιι.ʼ

[*](B=)

520. ὡς δʼ ὅταν ὀξύν] ἄμφω ηὔξησε, τὸν μὲν πέλεκυν τῇ ὀξύτητι, τὸν δὲ ἄνδρα τῷ “αἰζηός,” ὡς εὐτονωτέραν τὴν καταφορὰν γενέσθαι. ὁ δὲ τόπος τῆς πληγῆς καιριώτατος· ὄπισθε γάρ φησι κεράτων εἰς τὴν ἀρχὴν τῶν νεύρων.

[*](B=)

521. ἐξόπιθεν κεράων] περὶ γὰρ τὰς ῥίζας τῶν κεράτων πυκνὰ κεῖται τὰ νεῦρα.

[*](B+)

522. ἶνα τάμῃ 〈διὰ〉 πᾶσαν] ἢν γὰρ μὴ ὅλον διακοπῇ τὸ νεῦρον, οὐ πίπτει ὁ βοῦς. καὶ τὸ μὲν ἑξῆς ἐστι ‘διατάμῃ.ʼ τῇ δὲ διακοπῇ τῆς λέξεως μεμίμηται τὸ γινόμενον. οὐκ ἀναστρέφεται δὲ ἡ “διά,” ἵνα μὴ συνεμπέσῃ τῇ Δία αἰτιατικῇ.

[*](B=)

ὃ δὲ προθορών] βοῶν μὲν οἰκεῖον τὸ προπίπτειν, τῶν δὲ ἄλλων ζῴων τὸ ἀνακλᾶσθαι.

[*](B=)

523. προθορὼν πέσεν ὕπτιος] προπίπτειν μέλλοντα βίαιος οὖσα ἡ πληγὴ ἀνέτρεψεν. ἡ δὲ παραβολὴ πρὸς τὸ προθορεῖν μόνον. καὶ οὗτος προέθορε μὲν ὡς ταῦρος, οὐκ ἔπεσε δὲ ὡς ταῦρος.

[*](B=)

524. νηδυίοισι] τοῖς κατὰ τὴν νηδὺν σπλάγχνοις· ἅπαξ δὲ εἵρηται ἡ λέξις.

[*](B=)

529. ἔνθα δʼ ἔπειτʼ ἀφίει] τότε δὲ ἵστη τὴν ὁρμὴν ὁ σίδηρος. ὅταν γὰρ μηκέτι προιέναι ἰσχύσῃ, τὸ τηνικαῦτα ἱστάμενος κραδαίνεται.

533. τοὺς ὑποταρβήσαντες] μηδέπω τινὸς δεινοῦ γεγονότος φεύ- γουσιν.