Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

565. *πυρός] διὰ τὸ εὐκίνητον.

[*](B=)

568. ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων] “ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο ” (Eur. Ηipp. 7. 8).

569. ὤμοισι καὶ 〈ἐν〉 γούνεσσιν] ταῦτα γὰρ τῶν μελῶν ἐνεργεῖ μάλιστα.

[*](B=)

570. μυίης θάρσος] πιθανῶς οὐ μυίᾳ αὐτὸν εἴκασεν— ἦν γὰρ 〈ἂν〉 οὐ κατὰ ἡρωικὸν ἀξίωμα ἡ εἰκών—ἀλλὰ τὸ θάρσος αὐτῆς προσέθηκεν ἡ θεός.

[*](B=)

ἄλλως: μυίης θάρσος] καὶ ἐπὶ τὰ ἐλάχιστα κατάγεται τὸ ἁρμόδιον τῷ πράγματι ζητῶν. αἱ δὲ ποιητικαὶ λέξεις ἐπικαλύπ- τουσι τὸ ταπεινόν. πρὸς τὸ ἰταμὸν οὖν καὶ ἐπίμονον ἡ εἰκών.

572. λαρόν] ἀπολαυστικόν, παρὰ τὸ λῶ, ὅ ἐστι θέλω.

573. *πλῆσεν φρένας ἀμφὶ μελαίνας] ἡ “ἀμφί” πρὸς τὸ “πλῆσεν.”

[*](B=)

575. ἔσκε δʼ ἐνὶ Τρώε〈σ〉σι] ἐπισημαίνεται πάντα, πόλιν ὄνομα γένος φιλίαν, ὡς ἀνιχνεύσας τὴν ἀλήθειαν. ὁ δὲ Ἠετίων ὁμώνυμος τῷ τῆς Ἀνδρομάχης πατρί· εἰ δὲ ἦν τῶν Κιλίκων ὁ Ποδῆς, εἶπεν ἂν ‘μάλιστα τῶν βασιλέων ἐτίμα αὐτὸν ὁ Ἕκτωρ’, [*](1. ἐστιν : ἐστι ἐν || 2. ‘an γνωριζόμεθα ?? W || 6. Ἀχιλλῆος ἀγ. ‖ ἐντρέπει B || 12. Πολύφ_μος scripsi: Διομήδης || 32. δὲ ἦν B: ἦν δὲ )

235
οὐ “δήμου.” προαπώλοντο δὲ καὶ οἱ ἀδελφοὶ Ἀνδρομάχης (Il.6.421). καὶ τὸ “ἀφνειός” (576) δείκνυσιν, ὡς ἕτερος ἦν· ὁ γὰρ τοῦ Ἀνδρομάχης πατρὸς οἶκος ἠρήμωτο.

577. * δήμου] τῶν δημοτῶν.

εἰλαπιναστής] σύσσιτος, ἐν τῷ εὐωχεῖσθαι φίλος· οἲ δὲ παρά- [*](B–) σιτος. τὸ δὲ ὄνομα τοῦ παρασίτου εἴρηται ἐν Ἐλπίδι παρʼ Ἐπι- χάρμῳ (fr. 1 p. 225 Lor.).

583. *Ἀσιάδῃ] Ἀσίου παιδί.

584. φίλτατος ἔσκεν] ἐπεὶ περὶ φίλου ὀνειδίζει, δεόντως φίλῳ [*](B+) ὡτμοίωται.

588. * μαλθακός] οὐ πιστὸς ὁ ψόγος.

[*](A~)

593. ἕλετ’. αἰγίδα] ἡτοιμάσατο πρὸς τὴν χρῆσιν, ὡς “χερσὶ τρίαιναν ἑλών” (Od. 5. 292).

αἰγίδα —μαρμαρέην] τοῖς ἀμυνομένοις μαρμαρέην,” τοῖς δὲ [*](B=) καταπονουμένοις “ἐρεμνὴν αἰγίδα πᾶσιν” (Il. 4. 167).

594. *ἐκάλυψε] τῇ αἰγίδι, ὡς Ἀρίσταρχος.

597. πρῶτος Πηνέλεως] οὐ δειλός, εἴπερ εἴκει Διί. εἰ δὲ “πρῶτος, [*](B=) τέτρωται γὰρ καὶ “ πρόσω τετραμμένος” (598). ὅτι δὲ γενναῖος, 〈συμ〉φεύγουσι πάντες. εἰ δʼ ἀσθενής, πῶς ὁ Ποσειδῶν “Τεῦκρον ἔπι πρῶτον καὶ Λήιτον ἦλθε κελεύων Πηνέλεών θʼ ἥρωα” (Il.

599. * ἄκρον ἐπιλί⌈γ⌋δην] κατʼ ἐπιδρομήν· οἳ δὲ ἐπιξεστικῶς· [*](AB+) καὶ πῶς “ὀστέον ἄχρις;”

600. Πουλυδάμαντος] οὐ προειπὼν τὸν τρώσαντα νῦν διεσάφησε, [*](B=) ποικίλλων τῇ χάριτι καὶ τῇ ἐξαλλαγῇ.

601. Λήιτον αὖθι] ἔοικεν εἰς συμμαχίαν καταγεγενῆσθαι τὸ τῶν Βοιωτῶν τάγμα· οἱ γὰρ ἡγεμόνες αὐτῶν εἰσιν οἱ τετρωμένοι.

603. ἐπεὶ οὐκέτι ἔλπετο] καὶ φυγόντας ἐγκωμιάζει τοὺς Ἕλληνας.

[*](B=)