Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
434. ἀλλʼ ὥστε στήλη] τοὺς μὲν Λαπίθας δρυσὶν ἐρριζωμέναις [*](B–) εἴκασεν (Il. 12. 132), ἐνθάδε δὲ ἔχει τι πλέον ἡ παραβολή· οὐ γὰρ τὴν στάσιν μόνον σημαίνει, ἀλλὰ καὶ τὴν ποιὰν τὴν ἐπὶ τῷ πένθει.
[*](5. ἀλλά οἱ ‖ 7. τινές ἐνχρίπτοντο; ἐγχρίμπτοντο coni. Ludwich ‖ 7, 8. ἐνιχριμφθέντα ‖ 10. ἁμαρτεῖν B: ἐλθεῖν ‖ 11. ἀμύνεσθαι B ‖ 21. φόνων W ; πόνων ut B ‖ 28. ἑαυτοῦ πλατύτατος B, αὑτοῦ πλατύτερος ‖ 32. ποιότητα τὴν B)πρὸς γὰρ τὴν κατηφῆ στάσιν ἡ παραβολή, ἅμα δὲ ὅτι καὶ ἀσεβὲς τὸ κινεῖν στήλην.
[*](B~)437. οὔδει ἐνισκήψαντε] ἐμπήξαντες, διὰ ὑπερβολήν.
*σφι] ἀντὶ τοῦ ‘σφῶνν.ʼ
439. θαλερὴ δὲ —χαίτη] πρῶτος συνεῖδε τοῖς καλοῖς ἵπποις ἁρμόδιον χαίτην, οὐ μόνον καλὴν ἀλλὰ καὶ βαθεῖαν.
[*](B=)440. *ἀμφοτέρωσε] ʼἀμφοτέροισι” τοῖς ἵπποις δηλονότι.
[*](B=)442. κινήσας δὲ κάρη] τὸ ὅλον εἰς καταβολὴν τοῦ ἀνθρωπίνου γένους· εἰ γὰρ οἱ ἵπποι διὰ τὸ συνωμιληκέναι ἀνθρώποις ἐν χαλεποῖς γίνονται καὶ διὰ τοῦτο δειλοί, πόσῳ μᾶλλον αὐτοὶ οἱ ἄνθρωποι· εἶτα καὶ κατασκευάζει φήσας πάντων ζῴων εἶναι χείριστον τὸν ἄνθρωπον· πλεονεκτοῦμεν γὰρ τῶν ζῴων τῷ λογισμῷ μόνῳ, ἀλλὰ κατὰ πολλὰ ἐνδεέστεροί ἐσμεν, αὐτῷ δὲ ᾧ δοκοῦμεν πλεονεκτεῖν τὴν ἀντίληψιν τῶν κακῶν ποιούμεθα. διδάσκει δὲ μὴ μέγα φρονεῖν. ἔχει δὲ ἀξιο- πιστίαν ὁ λόγος ὑπὸ θεοῦ λεγόμενος.
[*](B=)446. ὀιζυρώτερον ἀνδρός] πᾶν μὲν οὖν ἔμψυχον ὑποπέπτωκεν ἀτυχίαις, πλέον δὲ ἄνθρωπος.
[*](B=)447. πάντων, ὅσσα τε γαῖαν] ὑπὲρπάντων τῶν ἄλλων· λείπει ἡ κατά.
448. * ἀλλʼ οὐ μάν—] ἵνα μὴ ἀγωνιῶμεν καὶ περὶ τῶν ἵππων.
449. οὐ γὰρ ἐάσω] τινὲς “οὐδέ τις ἄλλος,” ἵνα μὴ ζητῶμεν τοὺς ἵππους· οἳ δέ φασιν, ὡς οὐ πάντα ἀναιρεῖ, οὐδὲ τὸν Διομήδους θώρακα (Il. 5. 189), οὐ τὸ σκῆπτρον Ἀγαμέμνονος (Il. 2. 107), οὐ τὰ ὅπλα τὰ δοθέντα Νεοπτολέμῳ.
453. ἔτι γάρ σφισι] ἀνεξόμεθα οὖν μαθόντες τὴν προθεσμίαν τῆς εὐημερίας.
454. εἰσόκε νῆας] μετήγαγε τὸν λόγον ἀπὸ τοῦ Ἕκτορος ἐπὶ τοὺς Τρῶας.
456. 〈ἐνέπνευσεν〉 μένος ἠύ] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “μένος πολυθαρσὲς ἐνῆκεν” καὶ προστίθησιν “αὐτὸς δʼ Οὔλυμπόνδε μετʼ ἀθανάτοισι βεβήκει.”
458. ** ῥίμφα φέρον] γράφεται “ῥίμφʼ ἔφερον.”
[*](3. οὔδει ἐνισκίμψαντε textus, οὐδʼ εἰ ἐνισκήψαντες ‖ ἐμπλήξαντες; cf. schol. D ad Il. 16. 612 ‖ 6. χαίτην Bekker: καὶ τὴν ‖ 11. κατασκευάζει B: κατα- σκευάζειν ‖ 13. ἐν post ἐσμέν: omisi ut B ‖ 16. ὀιζυρότερον ‖ 17. πλέον B; πλεῖον ‖ 20—23. cf. schol. ad Il. 16. 149 || 25. τὸ ante γοῦνος omisi || 30. supplevi ex B)459. τοῖσι δʼ ἐπʼ Αὐτομέδων] κρεῖττον τῷδε ἀλέξειν τῷ ἑταίρῳ [*](B=) ᾤετο. ἄλλως τε καὶ οί ἵπποι ἐκεῖσε αὐτὸν ἤγαγον.
*ἀχνύμενός περ ἑταίρου] λείπει ἡ περί.
461. * τὸ “ῥέα” ἄνευ τοῦ ι πᾶσαι εἶχον.
463. ᾕρει] κατελάμβανεν· “ἐκ δέκα ποδῶν ᾕρει λέγων τοὺς [*](B=) ῥήτορας” (Eup. fr. 94 K.). νῦν δὲ ‘ἀνῄρει.ʼ
464. ἱερῷ ἐνὶ δίφρῳ] ἱερὸν ἅρμα τὸ ἀνεπίβατον ἄλλῳ ἢ Αχιλλεῖ [*](B–) καὶ ὑπὸ ἀθανάτων ἵππων φερόμενον.