Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

454. Πανθοίδαο—ἄκοντα] ἀντὶ τοῦ ‘ἐμόν,ʼ ὡς “τὸν δʼ ἐσάωσεν ἐς ποταμοῦ προχοάς” (Od. 5. 452) ἀντὶ τοῦ ‘ἑαυτοῦ·’ ἕκαστον δὲ τῶν ῥημάτων ἐναργὲς καὶ φαντασίαν ἔχον.

[*](B~)

456. κόμισε χροί] ἐπιμελείας ἠξίωσε περιλαβὼν τῷ ἰδίῳ χρωτί. οἳ δὲ ἀπήνεγκεν.

[*](A=)

* κόμισε] χωρὶς τοῦ ν.

[*](B=)

457. σκηπτόμενον] σκηριπτόμενον· σαρκασμὸς δὲ ὁ τρόπος.

458. Ἀργείοισι δʼ ἄχος γένετο] οὐκ ἐπὶ τῇ ἀναιρέσει, ἀλλʼ ἐπὶ τῇ χλεύῃ· καὶ ταῦτα δὲ ἀναγκαῖα, ἵνα παροξυνθέντες προθυμότεροι γένωνται.

[*](B=)

459. Αἴαντι—θυμὸν ὄρινεν] ἐπεὶ γὰρ οὗτος μέλλει ἀριστεύειν, πιθανὸν τῇ ἀρετῇ τοῦ ἀνδρὸς συμπρᾶξαι καὶ τὸ ἀπὸ τῶν βαρβάρων.

[*](A~B+)

463. λικριφίς] παρὰ τὸ λέχριον, ἅπαξ δὲ νῦν, καὶ ἐν Ὀδυσσείᾳ (19. 451). ὁ δὲ τόνος ὡς “ἀπρίξ.” οἳ δέ, λίαν 〈ἐγ〉χρίμπτων καὶ. προσπελάζων τῇ γῇ.

464. Ἀρχέλοχος] Ἀρίσταρχος ἀναλογώτερον τοῦ Ἀρχιλόχου, ὡς φερένικος Μενέλαος.

[*](B=)

τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον] τούτῳ γὰρ ἐπεκλώσθη τὸ εἱμαρμένον.

[*](A~B=)