Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

465. ἐν συνεοχμῷ] τῷ συνέχοντι τὸν τράχηλον πρὸς τῇ κε- φαλῇ τόπῳ, τουτέστι τῷ τελευταίῳ σπονδύλῳ. ἐπιφέρει γοῦν [*](4. Ζ. π. ὄχθαις vel ὄχθης coni. Heyne, ὄχθῃς W 19. σκηριπτόλεμον ‖ 24. τὸ scripsi: τὸν ‖ κ. τὸ βάρβαρον χλεύασμα B ‖ 25. supra λέχριον add. rec. πλαγίως, cf. B ‖ 26. supplevi ex B ‖ 29. φέρε νῖκος: corr. Bekker || 32, 33. τῇ κεφαλῇ τόπον B, τήν κεφαλήν τόπῳ)

97
“νείατον ἀστράγαλον” καὶ ἐν Ὀδυσσείᾳ (11. 64) “ἐκ δέ μοι αὐχὴν ἀστραγάλων ἐάγη.” §. γίνεται δὲ ἐκ τοῦ ἔχω ἐχμός καὶ διπλώσει [*](B-) 〈ἐεχμός〉, ὡς ἐέλδωρ, εἶτα τροπῇ ἐοχμός, ὡς πλεχμός πλοχμός.

νείατον ἀστράγαλον] τὸν συνάπτοντα 〈τὸν τράχηλον〉 τῷ ἰνίῳ, [*](B=) καλούμενον δὲ ὑπὸ τῶν ἰατρῶν θέσιν ἐγκεφάλου. τοὺς δὲ ἐν τοῖς ποσὶν ἀστραγάλους Ἀριστοτέλης (H. A. 2, 1 p.449b 24) φησὶν οὔτε ἄνθρωπον ἔχειν οὔτε τῶν μονωνύχων τι καὶ ἀκεράτων.

467. πολὺ προτέρη κεφαλή] ἐπ〈ε〉ὶ τὸ ἡγεμονικὸν περὶ καρδίαν, [*](B-) φησὶν ὅτι τῆς κεφαλῆς πεσούσης ἀκέραιον σὺν τῇ καρδίᾳ ἔμενε τὸ σῶμα. ἢ ὑπερβολικῶς τὸ τάχος ἐνέφηνε τῆς ἀναιρέσεως —οὐ γὰρ ἀφῃρέθη ἡ κεφαλή, ὡς οὐδὲ ἡ Δόλωνος (ll. 10. 457) —ἢ διὰ τὸ τοὺς τένοντας ἀφῃρῆσθαι παραλέλυται ἡ κεφαλή.

469. Αἴας δʼ αὖτʼ ἐγέγωνεν] οὐκ ἀκαίρως καυχᾶται, ἐκείνου κομ- [*](B=) πάζειν ἀρξαμένου. §. Ζηνόδοτος δὲ γράφει“ἀμύμονα Πουλυδάμαντα.”

[*](A=)

470. *Πουλυδάμα] Ζηνόδοτος “Πουλυδάμαν.”

473. κασίγνητος Ἀντήνορος] εἰκὸς ἀνοχὰς πρὸ τῆς μήνιδος γεγενῆσθαι [*](B.) διʼ ὧν συνῆσαν ἀλλήλοις, ὡς καὶ ἐν τῇ ἀναιρέσει (Il.7.416) καὶ ταῖς τα- φαῖς Ἕκτορος (Il. 24. 781). ὅθεν καὶ Ὀθρυονέα ἴσασιι(Il. 13. 374).

474. * αὐτῷ γὰρ γενεήν] Ἀριστοφάνης “αὐτῷ γάρ 〈ῥα〉 φυήν.”

[*](A+)

475. ἦ ῥʼ εὖ γινώσκω〈ν〉] διὰ τῆς ἐπιφωνήσεως τὸ ἦθος τῶν λόγων [*](B=) παρέστησεν ὁ ποιητής, ὅτι τὸ ὅλον ἐν εἰρωνείᾳ ἐξέφερεν ὡς ἀμφιβάλλων.

*Τρῶας δʼ ἄχος ἔλ〈λ〉αβε θυμῷ] καὶ τούτους, ἐπὶ τῇ χλεύῃ.