Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

440. νόσφιν ἐόντα] οὕτως· τὸ γὰρ “κιόντα” κατάχρησις.

443. * Σάτνιον] οὕτω καὶ ὁ τόνος· Σατνιόεις δὲ ποταμὸς Φρυ- γίας. §. τινὲς δὲ “Σαγγαρίοιο” (445).

445. *παρʼ ὄχθας] Ζηνόδοτος “παρʼ ὄχθης.”

[*](B=)

Σατνιόεντος] ἐπήγαγε (446) τὴν αἰτίαν τοῦ ὀνόματος, διὰ τί Σάτνιος ἐκαλεῖτο.

440. * ἦλθεν] τινὲς “ἦεν.”

450. * Προθοήνορα] ἀντὶ τοῦ Προθόην. λείπει ἡ κατά.

[*](B=)

452. ἕλε γαῖαν ἀγοστῷ] ἔδει ἀγοστοῖς·ʼ φησὶ γὰρ ὅτι τὰς χεῖρας ἐξέτεινεν, ὡς πολὺ τῆς γῆς περιλαβεῖν. §. ἀγοστός δὲ τὸ ἕως τοῦ ἀγκῶνος περὶ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τοῦ ἀγκῶνος.

453. *ἔκπαγλον] ὑπερηφάνως. §. γράφεται καὶ “ἔκπαγλος.”

[*](B-)