Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

429. ἵκεθʼ ἵππους] καταχρηστικῶς· κυρίως γὰρ ἱκέσθαι τὸ ποσὶ [*](B=) παραγενέσθαι.

433. πόρον ἷξον] πόρους τοὺς ποταμούς φησι διὰ τὸ πορεύεσθαι [*](B-) αὐτῶν τὸ ῥεῖθρον εἰς θάλασσαν, ὃ τῇ θαλάσσῃ οὐ παρέπεται, ἢ τὸ διαβατὸν αὐτοῦ μέρος, ὡς “Ἀλφειοῖο πόρον” (Il. 2. 592).

ἐυρεῖος ποταμοῖο] εὐρέ〈ε〉ος “εὐρεῖος,” ὡς ἱππέες ἱππεῖς.

434. τέκετο Ζεύς] ἢ ὅτι χειμάρρους, ἢ τὸ μὲν σῶμα Διός, τὸ [*](A+) δὲ χεῦμα Ὠκεανοῦ, ἢ ὅτι τὰ πάντα ἐκ θεοῦ.

436. ὃ —ἀμπνύνθη] ἀνεκτήσατο τὸ πνεῦμα, ἔμφρων ἐγένετο.

[*](B=)

437. ἑζόμενος δʼ ἐπὶ γοῦνα] κακῶς· οὐδεὶς γὰρ ἐπὶ γονάτων [*](A+B=) καθέζεται· δύο γὰρ στάσεις, ἣ μὲν κατὰ φύσιν, ἣ δὲ ἐπὶ τῶν γονά- τῶν· φησὶ γοῦν “στῆ δὲ γνὺξ 〈ἐριπών〉” (Il. 8. 329). ἔστιν οὖν, ἑζόμενος δὲ τὸ αἷμα ἐπὶ τῶν γονάτων ἀπέμεσ〈σ〉εν, ἀντὶ τοῦ ἤμει. §. οἳ δὲ γράφουσιν “ἀπέσε〈ι〉σεν·” ἀνοίκειος δὲ τῷ καιρῷ ἡ ἐνέργεια. [*](B-) πάντα δὲ δυνατῶς πέφρασται, ὡς καὶ ἐπὶ Σαρπηδόνος (Il. 5. 695).

438. αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί] ἐναργῶς πάνυ· προσενεχθέντος [*](B=) γὰρ τοῦ ὕδατος πρὸς ὀλίγον ἑαυτὸν συνέλεξεν, ἐμέσας δὲ τὸ αἷμα πάλιν παρείθη.

439. βέλος δʼ ἔτι θυμὸν ἐδάμνα] “βέλος” τὸ τραῦμα· καὶ [*](B=) ἀλλαχοῦ “ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέ〈σ〉σοι” (Il. 8. 513).

[*](6. εὖ ἀ. ‖ κατέλεξε B ‖ 9. οἱ δὲ ate οὐδέ omisi, cf. B ‖ 18. πόρῳ ‖ 33. ὅστις)
96
[*](A-)