Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

418. * ὦκα] ἡ Χία καὶ ἡ Μασσαλιωτικὴ οὕτως· Ἀρίσταρχος “ὠκύ.”

*ἐν κονίῃσιν] ἔδει εἰς κόνιν.

[*](A-B=)

419. 〈χειρὸς〉 δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη] ἐπʼ αὐτῷ τῷ δόρατι πεσόντι ἐπισυνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ ἡ κόρυς ἅμα τῷ ἀφεῖναι καὶ ὅλῳ τῷ σώματι συγκατηνέχθη. §. ἀπὸ [*](A+) τοῦ ἕπω τὸ ἐπακολουθῶ εἵμθη “ἑάφθη.”

[*](A~)

421. * ἰάχοντες] ὡς στενάχοντες.

422. * ἀκόντιζον δὲ θαμειάς] οὐ πάντες οὐ γὰρ ἕκαστος εἶχε πολλάς.

[*](A~B-)

424. οὐτάσαι οὐδὲ βαλεῖν] “οὐτάσαι ἐγγύς, “βαλεῖν” πόρρωθεν. [*](4. Πάνδαρος ‖ θεόμοροι Pindari codd.: θεόμηροι ‖ νίσοντʼ vel νίσσοντ’ Pind.: νείσονται || 5. ᾧ Pind.: ὡς || 10. περιεστρέφθαι B ‖ 16. ῥιπῆς etiam textus 17, 18. supplevi ex B ‖ 19. διόβλητα B: διάβλητα ‖ 25. ἐκ δʼ ἔβαλʼ ἔγχος ‖ 26. ἐπικατήφθη A ‖ 27. ἐστιν post κόρυς omisi ut B)

95
ὅθεν ἡμάρτηται τὸ “ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς” (ll. 4. 149).

περίβησαν ἄριστοι] εἰκότως πολὺ τὸ τῆς σπουδῆς· “αὐτὸς γὰρ [*](B=) ἐρύετο Ἴλιον Ἕκτωρ” (Il. 6. 403). ὅρα δὲ πῶς ἐπὶ τὸ ἀκρότατον ἐξάγει τὰς ἀγωνίας.

427. τῶν δʼ ἄλλων οὔτις εὑ ἀκήδεσεν] οὐ μόνον κατείλοχε τοὺς [*](B=) ὑπερμαχοῦντας, ἀλλὰ καὶ συλλήβδην τοὺς λοιποὺς ἐπιφέρει, ὥστε πάντῃ πιθανὴν γενέσθαι τὴν σωτηρίαν αὐτοῦ.

τῶν δʼ ἄλλων] Ζηνόδοτος “τῶν τʼ ἄλλων.” §. οὐδὲ τῶν ἄλλων [*](A+) τις ἦν ὃς ἠμέλησεν.

[*](B=)

428. εὐκύκλους] περιφερεῖς γάρ εἰσιν αἱ ἀσπίδες, ὅ ἐστιν ἐπιμή- κεις· τινὲς δὲ τὰ σάκη ἐπιμήκη φασίν· ἀγνοοῦσι δέ, ὅτι ἀντιφράζει τῇ ἀσπίδι τὸ σάκος.