Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

409. * ἀπιόντα] οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλʼ οἷον ὑποχω ροῦντα.

410. * τά ῥα πολλά] τινὲς “ἃ μυρία βόσκει” (Od. 12. 97)· ἐκ δὲ τοῦ ἐναντίου Πίνδαρος (Ol. 3. 10) “θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί, ᾧ τινι, κραίνων ἐφετμάς—.”

411. * παρ ποσὶ μαρναμένων] ἄγαν ποιητικῶς, εὐπορίας οὔσης λίθων διὰ τὸ χωρίον.

[*](A+)

412. * βεβλήκει] οὕτως Ἀρίσταρχος· Ζηνόδοτος δὲ “βεβλή- κειν.” §. πανταχόθεν δὲ αἰτίας ἀνευρίσκει ὁ ποιητής.

[*](A~B=)

413. στρόμβον] τινὲς τὸν ἄτρακτον ἀπὸ τοῦ περιστρέφεσθαι, οἳ δὲ τὸν βέμβικα, οἳ δὲ τὸν ῥόμβον, οἳ δὲ στρογγύλον λίθον· ὑπεροχὴ δὲ ῥώμης, ἄνδρα τηλικοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ τοῦ λίθου ἀκούουσιν· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη; πῶς “ἐπʼ αὐτῷ—ἀσπὶς ἑάφθη” (419); πῶς δὲ δρυὶ εἰκάζεται (414), ἣ πεσοῦσα αὐτοῦ μένει;

[*](B=)

414. ὡς δ’ ὅθ᾿ ὑπὸ ῥιπῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς] Αἴας Ζεύς, ὁ λίθος κεραυνός· Ἕκτωρ δρυΐ μεγίστῃ πεσούσῃ ἐκ ῥιζῶν 〈εἴκα- σται〉.

[*](B-)

415. πρόρριζος] ἱστορικῶς· ἅπαντα γὰρ διόβλητα τῶν δένδρων ἐκ ῥιζῶν ἀνασπᾶται. ὅθεν ἐνέφηνε καὶ ἐν τῷ “ἐξερίπῃ” (414) ψιλὴν τὴν πτῶσιν οὖσαν.

[*](A-)