Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

399. * χαλεπαίνων] χαλεπῶς ἐμπίπτων.

400. τόσση ἄρα Τρώων] ἐν πολλοῖς “ὅσση” δίχα τοῦ τ, ὡς τὸ [*](A+) “τόσ〈σ〉ον τίς τʼ ἐπιλεύσ⌈σ⌋ει, ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν” (Il. 3. 12) καὶ “τόσ〈σ〉οι δʼ ὅσ〈σ〉οισιν” (94).

402. Αἴαντος δὲ πρῶτος 〈ἀκόντισε〉] ὡς ἐπὶ Αἴαντα, ὡς τὸ “ὡρ- [*](A-) μήθη Ἀκάμαντος” (488). §. ἄρχει δὲ τῆς 〈συμμ〉βολῆς ἐπαιρό- [*](B=) μένος, καὶ οὐ συστάδην ἀγωνίζεται πειραθεὶς τοῦ μονομαχίου.

πρῶτος ἀκόντισε] ἅμα μὲν ὡς προπετής, ἅμα δὲ καὶ τὸ ἀξιόπιστον [*](B=) τῷ λόγῳ πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξάμενον τῆς συμ- βολῆς κακόν τι καὶ παθεῖν.

403. * ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ] ἐπεὶ προσε〈τέ〉τραπτο αὐτῷ κατʼ ἰθύ.

404. τῇ ῥα δύω τελαμῶνε] κατὰ τὴν κλεῖν· τρωτὸς δὲ ὁ Αἴας ὅλον τὸ σῶμα, οὐχ,ὡς Αἰσχύλος (tr. 78 N.), τὰ περὶ τὴν μασχάλην. δῆλον δὲ καὶ ἐκ τοῦ ἐπὶ Πατρόκλῳ ἀγῶνος· μονομαχοῦντος γὰρ αὐτοῦ πρὸς Διομήδην φησὶ “καὶ τότε δή ῥ’ Αἴαντι περιδδείσαντες Ἀχαιοί” (Il. 23. 822) ὡς δυναμένου καὶ τρωθῆναι· τοῦτο δὲ ὑπονοοῦσι διὰ τὸ μηδέποτε παρʼ Ὁμήρῳ τετρῶσθαι αὐτόν.

405. ἤτοι ὃ μὲν σάκεος] λείπει τὸ ὤν. ἐπεπτυγμένοι δὲ ἦσαν· καὶ τὸ σάκος δὲ πόρπακα οὐκ εἶχεν, ἀλλὰ τελαμῶνι ἤρτητο καὶ κανόνι μετήγετο· Κᾶρες δὲ τοὺς πόρπακας εὗρον· τινὲς δὲ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων, εἴ πως βαρηθείη ὑπὸ τοῦ πηλοῦ· ἀποσεισά- μενον δὲ αὐτὸν δύο κολωνοὺς ποιῆσαι. ἀλλʼ οὐδὲ θεός φασιν αὐτῷ βοηθεῖ· αἴτιον δὲ τούτου, ὅτι τὰ μὲν πρὸ τῆς μήνιδος οὐκ εἴρηκεν ὁ ποιητής, παιδιὰν δὲ τὴν Διομήδους ἀριστείαν εἶναι συνεργούσης Ἀθηνᾶς, τὰς δὲ ἄλλας μὴ ἔχειν θεούς, ἀπειπόντος Διός· διὸ οὐχ εὗρε καιρὸν εἰσάγειν θεόν· οἳ δέ, ὅτι τῆς ἀσπίδος ἐξέκοψε γλαῦκα· ὅθεν οὐκ ἐβοήθει αὐτῷ Ἀθηνᾶ.

406. τώ οἱ ῥυσάσθην] τινὲς ὑπονοοῦσι θώρακα αὐτὸν μὴ ἔχειν ἐκ [*](B+) τοῦ λέγειν, ὅτι οἱ δύο τελαμῶνες αὐτὸν ἔσωσαν.

*χώσατο δʼ Ἕκτωρ] ὡς ἂν παρωξυγκὼς ἐφʼ ἑαυτῷ τὸν ἄριστον.

[*](B=)[*](3. supplevi ex A || 9. supplevi ex B ‖ 12. κατάρξαι post ἀρξ. omisi ut B ‖ 23. εἶπεν: corr, Bekker ‖ 26. αὐτὸν scripsi: αὐτοὺς ‖ 28. παι- δείαν: corr. W τήν δὲ π. Δ. ‖ 31. ὅθεν W: ὅτι)
94
[*](B=)