Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

346. * ἀγκάς] ἠγκαλισμένως, ὡς ἑκάς.

347. τοῖσι δʼ ὑπὸ χθών] ἐμπεσὼν εἰς φορτικοῦ πράγματος διή- [*](B=) γησιν ἐφʼ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, διʼ ὧν ἀπέκλεισε τοῦ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς. νεοθηλέα ποίην] ἀνθηρῶς γράφει τὴν εὐνήν, καὶ προθεὶς τὸ γένος [*](B=) “ποίην” ἐπιφέρει τὸ εἶδος (348). οὐκ εἶπε δὲ ῥόδον διὰ τὸ ἀκαν- θῶδες. §. “νεοθηλέα” δέ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε [*](B=) τὰ ζῷα. κατὰ συλλογισμὸν δέ ἐστιν ἡ ὑπεροχή, εἴγε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου.

348. *Ὑάκινθον] Ἀμύκλα παῖς.

349. ὑψόσʼ ἔεργεν] τινὲς “ἔερπεν,” οἳ δὲ “ἵπανεν,” δὲ “ἄειρεν.” [*](A+) ἄμεινον δὲ “ἔεργεν” ἀντὶ τοῦ “ἀνέστελλεν, ὡς “ἐπʼ ἀριστερὰ λαὸν ἐέργων” (Il. 12. 201).

350. νεφέλην—χρυσείην] αἰθέριον, ἐπεὶ πυρώδης ὢν ὁ αἰθὴρ χρυσίζει. §. ἐπάγουσι δέ τινες “δή ῥα τότʼ ὀφθαλμοῖσι Διὸς χύτο νήδυμος ὕπνος·” τοῦτο γὰρ δεῖ δηλωθῆναι.

*τῷ ἔνι] τινὲς τῷ ἀπʼ αὐτῶν θαλλῷ.

351. στιλπναί] ὡς παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός. [*](A~B+) §. “ἐέρσαι” δὲ παρὰ τὸ ἄρσαι· ποτίζει γὰρ τὰ φυτὰ ἡ ἔρση. §. παρ- ὀξυτόνως τὸ “ἐέρσαι” ἡ γὰρ εὐθεῖα ἐέρσα ἐστί, καὶ μεταβολῇ [*](A+) τοῦ ᾱ εἰς η ἐέρση, ὡς ἄελλα ἀέλλη.

*ἀπέπιπτον] Ζηνόδοτος γράφει “ἀνέπιπτον” ἀντὶ τοῦ ἐπέ- πιπτον, ὡς “χρυσέαισιν ἀνʼ ἵπποις” (Pind. Ol. I 41).

253. *ὕπνῳ] τῷ πάθει.

354. βῆ δὲ θέειν] διὰ τὴν 〈ἐπ〉αγγελίαν τῆς ἐρωμένης καὶ ἃ [*](B=) μὴ κελεύεται ποιεῖ ὁ Ὕσνος· οὐ γάρ ἐστι τῶν συμμαχούντων, 〈ὡς〉 οὐδὲ Ἥλιος 〈οὐδὲ〉 ἡ Δημότηρ.

Δαναοῖσι—ἐπάμυνε] πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν [*](B=) ἐκ τοῦ εἰρημένου ὑπὸ τῆς Ἥρας “ἦ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆν᾿” (265).

360. Ἥρη δὲ—παρήπαφεν] οὐκ 〈ἦν〉 ἀναγκαῖον, φασί, τὸ ἀπόρ- [*](B=) ρητον ἐξενεγκεῖν. ἢ πρὸς τὸ θαρραλεώτερον ποιῆσαι Ποσειδῶνα τὴν [*](4. ἀ. τὸ π. B ‖ 5. προσθεὶς B ‖ 10. Ἀμύκλας ‖ 14. πυρωδῶν ὁ ‖ 15. τότʼ Heyne: τὸ τοῦ ‖ 19. τὸ ἀέρια ποτίζειν τὰ φυτὰ ἐέρσω ‖ 20. τὸ ἕερσαι ‖ ἕρσα ἐ. ‖ ἐν post καὶ omisi ‖ 22, 3. ἐπέπιπτον Bekker: ἐπι ‖ ἀπέπιπτον] Ζληνόδοτος ἐπέπιπτον A ‖ 25, 6, 7. supplevi ex B ‖ 27. ἡ B: ἢ ‖ 31. παρείπαφεν ‖ ἀναγκαίως B || 32. ἐξήνεγκεν B)

90
τέχνην 〈τῆς〉 Ἥρας ἐδήλωσεν. §. τὸ δὲ “κῶμα” (359) ἢ ἀπὸ τοῦ κοίμημαι—ἔδει 〈δὲ〉 κοιμῶ κοίμημα κοῖμα—εἰ δὲ ἀπὸ τοῦ κοιμῶ, ὡς δεῖμα δῶμα.

361. ὤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων] εἰ δὲ ἐνῴκει Λῆμνον, ὑπέστρεψεν ἂν ἐκεῖ, ὡς 〈οἱ〉 ἄνεμοι (Od. 10. 55) καὶ Ἄρης καὶ Ἀφροδίτη (Od. 8. 361, 2).

[*](B-)

362. ἀνῆκεν] ἀνέπειθεν ἢ παρώρμησεν· ἀπὸ τῶν ἵππων δέ, οἷς ἀνιᾶσι τὰς ἡνίας.

[*](B+)

363. ἐκέλευσεν] ἐν ἤθει ὁ λόγος. διεγείρει δὲ ταῦτα λέγων.

[*](A+B=)

366. καὶ εὔχεται]οὐκ“ἔλπεται·” καυχηματίας γάρ ἐστιν ὁ Ἕκτωρ. [*](B=) οὕνεκʼ Ἀχιλλεύς] ἐμείωσεν αὐτὸν οὐκ ἀλκῇ θαρροῦντα, ἀλλὰ τῇ σπάνει τῶν πολεμίων.

[*](B=)

368. οὔτι λίην] πεφεισμένως· ἄμεινον γὰρ τοῦ οὐδʼ ὅλως.

[*](B=)

εἴ κεν οἱ ἄλλοι] ἐὰν ἀλλήλους παροξύνωμεν βοηθεῖν ἀλλήλοις. διδάσκει δὲ ὅτι δυνατὸν αὐτοὺς περιγίνεσθαι καὶ χωρὶς Ἀχιλλέως.

371. *ἄρισται] ἰσχυραί.

[*](B=)

372. παναίθῃσιν] ὁλολάμποις. §. ἔστι δὲ παρὰ τὸ παναίθη, ὡς “περιξεστῇ” (Od. 12. 79), ἢ παναίθης καὶ ἔκτασις. §. βαρυντέον [*](A+B=) δὲ τὸ παναίθη. τὰ γὰρ εἰς λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα, ἐν τῇ συνθέσει μὴ γινόμενα κύρια, τότε μὲν φυλάσσει τὸν τόνον, ὅταν μετὰ προθέσεως συντεθῇ, 〈ὡς τὸ〉 ἀνατολή, εἰ δὲ μετὰ ἄλλου τινός, ἀναβιβάζει τὸν τόνον, ἱστοδόκη καπνοδόκη. ὥστε καὶ τὸ ὑδρορ〈ρ〉όη παρὰ τοῖς ἀρχαιοτέροις Ἀττικοῖς ἀναλόγως βαρυντέον, τὸ δὲ ἀναρ- 〈ρ〉όη βαρυνόμενον παρʼ αὐτοῖς σημειωτέον.

[*](A-)

376, 7. ὃς δέ κ’ ἀνὴρ μενέχαρμος, 〈ἔχῃ δʼ ὀλίγον σάκος ὤμῳ〉] ἀθετοῦνται· οὐκ ἂν γὰρ ἀνίσους ἐφόρησαν ἀσπίδας. τινὲς δὲ 〈τὸ〉 “ὀλίγον” ἀνάξιον πρὸς τὴν κατασκευήν, μεῖζον (377) δὲ ὃ ἄριστον ἂν εἶπεν· ἄλλως τε ἄτοπον, μὴ τὰς κρείσσους καὶ ἁρμοδίας ἀλλὰ τὰς με- γάλας ἀναλαβεῖν. τό τε “μενέχαρμος, φασίν, οὐκ οἶδεν ὁ ποιητής. τί οὖν ἐστι τὸ “〈τὸν〉 δʼ Ἀντίλοχος μενεχάρμης” (Il. 13. 390);

[*](A-)

*τοὺς δύο (376, 7) Ζηνόδοτος μὲν οὐδὲ γράφει, Ἀριστοφάνης δὲ ἀθετεῖ.

[*](1. supplevi ex B ‖ κᾶμα ‖ 2. κοιμῶ κοίμημα κοῖμα scripsi, cf. Orion: κοιματάιμῖμα οἶμα ‖ 2, 3. κοιμῶ ὡς δεῖμα W: κοιμαίνω ὡς δειμαίνω ‖ 4. ἐνῴκει scripsi: ἕως κίεις vel κίες ‖ 9. διεγείρει B: λείπει ‖ 10. οὐχ || 13. τὸ οὐδ᾿ B, τοῦ μηδέ ‖ 17. ὁλολάμποις Bekker: ὁλολάμπροις ut B || 18. περιξεστη ‖ 21. συν- τίθηται B ‖ suppleviex B ‖ 23. Ἀττικοῖς B: Ἀττικῶς ‖ 27, 28. corrupta; ὁ ἄριστος ἂν εἶχεν coni. ‖ 29. φησίν ‖ 30.τί Bekker: ὅτι ‖ 31. Ζ. προηθέτει A)
91

377. * ἐν ἀσπίδι μείζονι δύτω] ὁπλιξέσθω.

379. οὐτάμενοί περ] συλληπτικῶς τὸ “οὐτάμενοι.” Διομήδης [*](A=B-) γὰρ βέβληται. §. καλῶς δὲ οἱ τραυματίαι κοσμοῦσι, 〈διεγείροντες〉 πρὸς προτροπὴν γενναίων ἔργων, ὅτι καίπερ τετρωμένοις αὐτοῖς μέλει τῆς μάχης.

382. ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε] τοῦτο ποιοῦσιν, ὅπως τὰ ἀσφαλέσ- [*](B-) τερα ἔχοντες οἱ ἄριστοι κινδυνεύωσι προθύμως. καὶ πῶς μετενδι- δύσκονται; ἐπισφαλὲς γὰρ εἶναι δοκεῖ τὸ ἐναλλάσσειν τὰς πανοπλίας ἐν πολέμῳ, ὁπότε καὶ τοὺς ὡπλισμένους ἐφύλαττον, “ᾗ ῥʼ ἴδε γυμνωθέντα βραχίονα” (Il. 12. 389) καὶ “πλευρά, τά οἱ κύψαντι” (Il. 4. 468). ἔχουσιν οὖν σκέπην τὰς ναῦς ἀσπίδας ἀμείβουσιν (381)· ἀλλʼ οὐκ ἂν ὡμολόγησέ τις χείρων εἶναι, ὅπως μὴ ἀτιμασθείη. ἀλλʼ ἑωρῶντο, “οἱ 〈τὸ πάρος περ θυμῷ ἦρα φέροντες ἀφεστᾶσι” (131), εἰκός τε ἦν αὐτοὺς πεισθήσεσθαι διὰ τὸ μέγεθος τοῦ ἐπὶ ναυσὶ κινδύνου, ἐπεὶ καὶ οἱ πλέοντες ἐν κινδύνῳ αὐτόχειρες γίνονται τῶν σκευῶν, τοὺς ναύτας παρωσάμενοι, εἰ ἄτεχνοί εἰσιν. πῶς τε οὐκ ἔμελλον ἀπὸ τοῦ νῦν γενναίως πολεμεῖν ἕκαστος, εἰδὼς ὡς ζῶν ὑπὸ πολίτου σκυλευθήσεται μὴ πολεμῶν;

*χέρεια] ὡς τὸ πλέα συγκέκοπται.

δόσκεν] οὕτως Ἀρίσταρχος· ἔν τισι δὲ “δῶκεν.”

[*](A+)