Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

383. νώροπα] ἢ τὸν εὐόρατον παρὰ τὸ νοῆσαι, οἷον νοηρός νωρός, ὡς [*](B-) παρὰ τὴν βοὴν καὶ “βώσαντι γεγωνεῖν” (Il. 12. 337). ὡς δὲ τῷ οἶνος ἀντιπαράκειται οἶνοψ〈καὶ τῷ σκόλος〉 σκόλοψ,οὕτω〈τῷ〉νῶρος νῶροψ.

*χαλκόν] τὴν ἐκ χαλκοῦ ὕλην.

385. δεινὸν ἄορ] τινὲς τὴν τρίαιναν, ἐπεὶ καὶ Ἀρκάδες καὶ Αἰτωλοὶ πᾶν ὅπλον “ἄορ” καλοῦσιν· ὅθεν καὶ “χρυσαόρου Ἀπόλλωνος” (Il. 5. 509) καὶ “Ἀθηναίης δολιχαόρου ἱερὸν ἄστυ” (Philetas cf. infra schol. 21. 179). ὁ δὲ ποιητὴς μόνον τὸ ξίφος, παρὰ τὸ αἰωρεῖσθαι.

387. δαΐ] δαίω δαίσω δαίς δαΐ, ὅθεν τὸ δήιος δηιόων, καὶ ὡς τὸ [*](A+) “λελασμένος ἱπποσυνάων” (Il. 16. 776) συνεστάλη Ἰωνικῶς· εἰ δὲ καὶ ἀπὸ τῆς δαίς εὐθείας ἐστίν, ὀξύνεται τὸ “δαΐ,” εἴτε ἀποκέ- κοπται εἴτε συγκέκοπται.

388. *ἑτέρωθεν] ἐκ τῆς ἑτέρας στάσεως.

[*](3. supplevi ex B || 7. κινδυνεύοιεν ut B ‖ 9. ἐφύλαττεν || 13. οἳ scripsi: ὦι ‖ 21. οἷον B: ὅ ἐστι ‖ νοηρός ‖ 22. δὲ τὸ ‖ 29. δαί, ὅθεν scripsi: δηιόθεν ‖ δηιόων W: δηιλέων)
92
[*](B-)

392. ἐκλύσθη δὲ θάλασσα] ἐκλυδωνίσθη συναγανακτοῦσα Ποσει- δῶνι—ὡς “ἔκλαγξαν δʼ ἄρʼ ὀιστοί” (Il. 1. 46) —καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ 〈ὅτι〉, πρὶν εἰπεῖν τι τῶν κατὰ τὴν μάχην, θορυβεῖ τὸν ἀκροατήν.

393. *ξύνισαν] τὰ δύο στρατεύματα.

[*](B-)

394–8. οὔτε θαλάσσης κῦμα —οὔτε πυρὸς—οὔτ’ ἄνεμος] περισπού- δαστόν τι δηλοῖ τὰς παραβολὰς πληθύνων. τρία δὲ ταῦτα ἴσμεν ἐν ἀνθρώποις ἰσχυρότατα, θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν. τί οὖν παραλέλοιπεν εἰς αὔξησιν; τὸ κῦμα πελάγιον, περιρρησσό- μενον ἀποκρότῳτόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου. εἶτα τὸν βρόμον τοῦ πυρός, οὐ κατοικιδίου, ἀλλʼ “οὔρεος ἐν βήσ〈σ〉ῃς” (397), ὅ ἐστι κοιλώμασιν· ψιλαὶ γὰρ αἱ ἀκρώρειαι, ὥσ〈τε〉 εἶναι ὅλου ὅρους ἐμ- πρησμόν. εἶτα ὁ ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως θέων, ἀντιτυπῶν δὲ δρυσὶν ὑψηλαῖς ἀντιτετειχισμέναις τῷ πνεύ- ματι. ἰδίως ὑπερθέσεσιν, οὐ παραβολαῖς χρῆται, ὡς οὐκ ἔχων εἰκάσαι τὴν φωνὴν διὰ τὸ μέγεθος· ἑκάστῃ δὲ τῶν εἰκόνων ἐν ἄλλοις κατʼ ἰδίαν χρησάμενος, νῦν πάσας ἅμα παραλαμβάνει. τῇ μὲν οὖν ἀπὸ τῆς θαλάσσης οὕτω κέχρηται, “ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπε- τέος ποταμοῖο βέβρυχε μέγα κῦμα ποτὶ ῥόον—τόσ〈σ〉ῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν” (Il. 17. 263, 6). τῇ δὲ ἀπὸ τοῦ πυρός, “ὡς δʼ μάει βάθέ’ ἄγκεα θεσπιδαὲς πῦρ οὔρεος ἀζαλέοιο, βαθεῖα 〈δὲ〉 καίεται ὕλη” (Il. 20. 490). τῇ δʼ ἀπὸ τῶν ἀνέμων, “ὡς δʼ εὖρός τε νότος τʼ ἐριδαίνετον ἀλλήλοισιν οὔρεος ἐν βήσ〈σ〉ῃς βαθέην πελεμιζέμεν ὕλην φηγόν τε—τανύφλοιόν τε κράνειαν, αἵ τε πρὸς ἀλλήλους ἔβαλον τανυήκεας ὄζους ἠχῇ θεσπεσίῃ, πάταγος δέ τε ἀγνυμενάων” (Il. 16. 765).

[*](B=)

394. βοάᾳ] διὰ τοῦ “βοάᾳ” ἐδήλωσεν, ὡς οὐκ εἰς ὁμαλὴν ἠιόνα ἐκπίπτει, ἀλλʼ 〈εἰς〉 ἀντίτυπον χέρσον, καὶ “〈πνοιῇ〉 βορέω” ὃς εἴωθε κύματα μακρὰ κυλίνδειν (Od. 5. 296). §. καὶ διὰ τῆς ἐκτάσεως τοῦ στοιχείου μεμίμηται τὴν ἐπὶ πλείονα ἔκτασιν τοῦ ἤχου, ὡς ἐπὶ τοῦ “ἠιόνες βοόωσιν” (Il. 17. 205).

[*](B=)

395. ἀλεγεινῇ] ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν.

[*](A+)

397. *ὤρετο] τινὲς “ὤρορε.”

[*](3. supplevi ex B ‖ 9. τὸ scripsi, πρῶτον τὸ coni. W: οὔτε B, ὅτε ‖ 13. ἀλλὰ διʼ ἀντιτύπων B ‖ 15. ἰδίως ὑπερθέσεσιν οὐ π. W ex B: ἰδιο- παράθεσις οὐ γὰρ π. παραβολαῖς post ἔχων del. W 21. βαθείης || 28. supplevi ex B)
93

398. τόσ〈σ〉ον γε] Ζηνόδοτος“τόσ〈σ〉ος γε.” §. ὁ δὲ ἄνεμος ἐκ [*](A~) παρατρίψεως κάει τὰ δένδρα· τῶν δὲ τριῶν παραβολῶν τινες τὴν πρώτην 〈τρίτην〉 τιθέασιν.

399. * χαλεπαίνων] χαλεπῶς ἐμπίπτων.

400. τόσση ἄρα Τρώων] ἐν πολλοῖς “ὅσση” δίχα τοῦ τ, ὡς τὸ [*](A+) “τόσ〈σ〉ον τίς τʼ ἐπιλεύσ⌈σ⌋ει, ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν” (Il. 3. 12) καὶ “τόσ〈σ〉οι δʼ ὅσ〈σ〉οισιν” (94).

402. Αἴαντος δὲ πρῶτος 〈ἀκόντισε〉] ὡς ἐπὶ Αἴαντα, ὡς τὸ “ὡρ- [*](A-) μήθη Ἀκάμαντος” (488). §. ἄρχει δὲ τῆς 〈συμμ〉βολῆς ἐπαιρό- [*](B=) μένος, καὶ οὐ συστάδην ἀγωνίζεται πειραθεὶς τοῦ μονομαχίου.

πρῶτος ἀκόντισε] ἅμα μὲν ὡς προπετής, ἅμα δὲ καὶ τὸ ἀξιόπιστον [*](B=) τῷ λόγῳ πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξάμενον τῆς συμ- βολῆς κακόν τι καὶ παθεῖν.

403. * ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ] ἐπεὶ προσε〈τέ〉τραπτο αὐτῷ κατʼ ἰθύ.

404. τῇ ῥα δύω τελαμῶνε] κατὰ τὴν κλεῖν· τρωτὸς δὲ ὁ Αἴας ὅλον τὸ σῶμα, οὐχ,ὡς Αἰσχύλος (tr. 78 N.), τὰ περὶ τὴν μασχάλην. δῆλον δὲ καὶ ἐκ τοῦ ἐπὶ Πατρόκλῳ ἀγῶνος· μονομαχοῦντος γὰρ αὐτοῦ πρὸς Διομήδην φησὶ “καὶ τότε δή ῥ’ Αἴαντι περιδδείσαντες Ἀχαιοί” (Il. 23. 822) ὡς δυναμένου καὶ τρωθῆναι· τοῦτο δὲ ὑπονοοῦσι διὰ τὸ μηδέποτε παρʼ Ὁμήρῳ τετρῶσθαι αὐτόν.

405. ἤτοι ὃ μὲν σάκεος] λείπει τὸ ὤν. ἐπεπτυγμένοι δὲ ἦσαν· καὶ τὸ σάκος δὲ πόρπακα οὐκ εἶχεν, ἀλλὰ τελαμῶνι ἤρτητο καὶ κανόνι μετήγετο· Κᾶρες δὲ τοὺς πόρπακας εὗρον· τινὲς δὲ πηλῷ βάλλεσθαι αὐτὸν ὑπὸ Τρώων, εἴ πως βαρηθείη ὑπὸ τοῦ πηλοῦ· ἀποσεισά- μενον δὲ αὐτὸν δύο κολωνοὺς ποιῆσαι. ἀλλʼ οὐδὲ θεός φασιν αὐτῷ βοηθεῖ· αἴτιον δὲ τούτου, ὅτι τὰ μὲν πρὸ τῆς μήνιδος οὐκ εἴρηκεν ὁ ποιητής, παιδιὰν δὲ τὴν Διομήδους ἀριστείαν εἶναι συνεργούσης Ἀθηνᾶς, τὰς δὲ ἄλλας μὴ ἔχειν θεούς, ἀπειπόντος Διός· διὸ οὐχ εὗρε καιρὸν εἰσάγειν θεόν· οἳ δέ, ὅτι τῆς ἀσπίδος ἐξέκοψε γλαῦκα· ὅθεν οὐκ ἐβοήθει αὐτῷ Ἀθηνᾶ.

406. τώ οἱ ῥυσάσθην] τινὲς ὑπονοοῦσι θώρακα αὐτὸν μὴ ἔχειν ἐκ [*](B+) τοῦ λέγειν, ὅτι οἱ δύο τελαμῶνες αὐτὸν ἔσωσαν.

*χώσατο δʼ Ἕκτωρ] ὡς ἂν παρωξυγκὼς ἐφʼ ἑαυτῷ τὸν ἄριστον.

[*](B=)[*](3. supplevi ex A || 9. supplevi ex B ‖ 12. κατάρξαι post ἀρξ. omisi ut B ‖ 23. εἶπεν: corr, Bekker ‖ 26. αὐτὸν scripsi: αὐτοὺς ‖ 28. παι- δείαν: corr. W τήν δὲ π. Δ. ‖ 31. ὅθεν W: ὅτι)
94
[*](B=)

409. * ἀπιόντα] οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλʼ οἷον ὑποχω ροῦντα.

410. * τά ῥα πολλά] τινὲς “ἃ μυρία βόσκει” (Od. 12. 97)· ἐκ δὲ τοῦ ἐναντίου Πίνδαρος (Ol. 3. 10) “θεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί, ᾧ τινι, κραίνων ἐφετμάς—.”

411. * παρ ποσὶ μαρναμένων] ἄγαν ποιητικῶς, εὐπορίας οὔσης λίθων διὰ τὸ χωρίον.

[*](A+)