Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

263. *τὸν δ᾿ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη] γράφεται “ὡς φάτο· μείδησεν θὲ θεὰ λευκώλενος Ἥρη, χειρί τε μιν κατέρεξεν —.”

264. τίη δὲ σὺ ταῦτα] ἄκρως διασύρει τὸ πᾶν, οὐδὲ ἀξιοῦσα εἰς [*](B=) ἔννοιαν αὐτὸ λαμβάνειν οὐδὲ παραβάλλειν 〈τὰ〉 παρόντα ἐκείνοις· οὐ γὰρ ὁμοίως κινηθήσεσθαι τὸν Δία ἐπὶ τοῖς Τρωσὶ κακωθεῖσιν, ὥσπερ ὑπὲρ τοῦ ἰδίου παιδὸς ἐχαλέπηνεν· καὶ ἔστιν ἠθικόν· ὡς γὰρ πρόδηλον ὂν τὸ τῆς συγκρίσεως, αὐτὸν τὸν Ὕπνον ἐρωτᾷ.

*τίη] βαρυντέον τὸν “η” παρέλκοντα ἀντὶ τοῦ δή.

265. ἦ φῄς] τὸ μὲν βαρυνόμενον ἐρώτησιν δηλοῖ, τὸ δὲ περι- [*](B-) σπώμενον ἀπόρησιν, ἐὰν δὲ ὀξυνθῇ, πρὸς τὸν νοῦν συντάσσεται.

266. περιχώσατο παιδὸς ἑοῖο] συντόμως πάνυ· ἐν γὰρ τῷ “παιδὸς ἑοῖο” πάντα κατάκειται, δι᾿ ἃ εἰκὸς ἦν ἐπ᾿ ἐκείνῳ μᾶλλον χαλεπῆναι τὸν Δία· τεχνικῶς δὲ παρεδήλωσε καὶ τὴν χρείαν δι᾿ ἣν θέλει κατακοιμίσαι τὸν Δία, ἵνα καὶ ἑξῆς ὁ Ὕπνος πιθανῶς φαίνηται λέγων πρὸς τὸν Ποσειδῶνα “πρόφρων νῦν Δαναοῖσι, Ποσειδάων, ἐπάμυνε” (357) ὡς ᾐσθημένος τί ποτε πραγματεύεται ἡ Ἥρα ἐπὶ τῷ Διί, ᾧ καὶ ὄμννσιν ἡ Ἥρα, ὡς μὴ προπεμψαμένη Ποσειδῶνα.

267. ἀλλ᾿ ἴθι] τεχνικῶς καὶ τοῦτο· ὡς γὰρ ἤδη πείσασα οὐ- [*](B=) κέτι αἰτεῖ, ἀλλ᾿ ὑπουργεῖν προτρέπει. συνάπτει δὲ τῇ προτροπῇ καὶ τὴν ὑπόσχεσιν.

269. ὀπυιέμεναι] νομίμως γαμεῖν, οἳ δὲ ὁμιλεῖν καὶ μὴ οἴεσθαι· δι᾿ ὀπὸς γὰρ αἱ ὁμιλίαι.

270. χήρατο δ᾿ Ὕπνος] πιθανῶς, ὅτε μὲν θρόνον ὠνόμασεν, οὐκ [*](B=) ἤνυσεν, ὅτε δὲ γάμον, ἐπιτείνοντος τὴν ἐπιθυμίαν τοῦ κεστοῦ· πρὸς γὰρ ἐρωτικὰ μόνα δυνατώτατός ἐστιν ὁ κεστός· πιθανῶς οὖν ἡ τὸν κεστὸν φοροῦσα δύο θεοὺς δι᾿ ἡδονῆς ἐξηπάτησεν.

[*](4. ῥέδω scripsi, καὶ ῥέδω praefert W: ὡρέδω ‖ ὑπερθέσει scripsi: ὑπ᾿ || 7. post κατ. suppl. Nauck 〈ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζεν〉 ‖ 9. αὐτὸ W: αὐτὸν B, αὑτῶν ‖ supplevi ex B ‖ 10. κακωθεῖσιν B: κακώσειν ‖ 19. κατακοιμῆσαι coni. Bekker ‖ πιθανος pr. ‖ 23. τεχνικὸν B ‖ 26. μὴ οἴεσθαι corrupta: fort. συγγίγνεσθαι vel tale quid)
82
[*](B-)

271. 〈ἀ〉άατον] οἳ μέν, ἀάτως ἀβλαβῶς ἀπανούργως· οἱ δὲ τὸ α ἐπιτατικὸν περισσεύοντος τοῦ α· οἳ δὲ τὸ ἄσιτόν φασιν ἐγκεῖσθαι· οἳ δὲ ὑπερστερητικόν φασιν εἶναι, ὃ ταὐτόν ἐστιν ἑνὶ ἁπλῷ, ὡς τὸ “ἀνά- πυστα θεοὶ θέσαν” (Od.11.274) ἀνάπηρος· ἄατον οὖν ἐστι τὸ βλαπτι- [*](A ~) κόν. §. 〈“Κρόνον ἀμφὶς ἐόντες”〈 ἢ συγκολαζόμενοι αὐτῷ ἢ ὑπ᾿ αὐτῷ ταγέντες, ἐπεὶ πῶς κατὰ κολαζομένων ὄμνυσιν; §. ἀῶμαι “ἀᾶται” (Il. 19. 91, 129) “ἀασάμην” (Il. 9. 119) “ἀάσατο —μέγα θυμῷ” (ll.11. 340), 〈καὶ ἀάατος) ὤσπερ ἄατος καὶ ἆτος ὁ ἀκόρεστος.

[*](B-)

Στυγὸς ὕδωρ] ὡς κατὰ ὑγροῦ στοιχείου ὀμνύουσιν· οἳ δέ, ὅτι πολέμιον θεοῖς τὸ ὑγρὸν πυρώδεσιν οὖσιν, ἢ ὅτι στυγνότητος αἰτία καὶ τοῦ ἐν ἡδονῇ ζῆν 〈στερίσκον〉· φησὶ γοῦν αὐτὴν Ἥροδοτος (VΙ 74) ἐν Νωνάκριδι πρὸς Φενεῷ τῆς Ἀρκαδίας ῥεῖν.

[*](B=)

272. *κατὰ ξηροῦ καὶ ὑγροῦ ὀμνύουσιν, ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ συνίσταται.

[*](B=)

273. * ἅλα μαρμαρέην] τὴν ἡλίου θρεπτικήν. ἄναμμα ἡλίου νο〈τ〉ερὸν 〈ἡ〉 θάλασσα.

274. *ἀμφίς] περί· ποτὲ δὲ καὶ τὸ διχῶς, “ἀμφίς φρονέοντε” (Il. 13. 345).

[*](B-)

275, 6, 7. Χαρίτων μίαν—Πασιθέην—ὣς ἔφατ᾿ οὐδ᾿ ἀπίθησεν] ὑποφαίνει ὡς οὐδὲ κοιμώμενον ἐπιλανθάνεσθαι δεῖ χάριτος, καὶ ὅτι καὶ ἐν ὕπνῳ ἐστί τις ἡδονὴ καὶ χάρις· πανδαμάτωρ γοῦν καὶ μαλθακός ἐστι καὶ ἡδύς· ἢ φιλοσοφώτερον ἔστιν ἀκούειν· Πίνδαρος γάρ φησι “παλαιὰ μὲν εὕδει χάρις” (Isthm. VII 16)—καὶ Λήθης γενεαλογοῦσι τὰς Χάριτας—πρὸ δὲ πάντων ὁμοῦ πεποίηται χάριτος ἄρχοντα τὸν Ὕπνον αἰνιττόμενος τὸ συμβαῖνον περὶ τοὺς χαρίτων τυχόντας· καὶ ὁ κωμικὸς “ἅμ᾿ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις” (Men. tr. 472 M.). [*](B=) §. ἐπίτηδες δὲ ἡ μὲν Ἥρα ἐσιώπησε τὸ ὄνομα τῆς ἐρωμένης, ἵνα μὴ ὀνειδίζῃ τὸν ἔρωτα, ὁ δὲ Ὕπνος καὶ τὸ ὄνομα προσέθηκεν εἰς βεβαίωσιν· “Πασιθέην” δέ, ὅτι πανταχοῦ δεῖ θέειν καὶ μὴ κεκρύφθαι τὴν χάριν. οὐκ οἶδε δὲ τὰ παῤ Ἡσιόδῳ (Th. 909) ὀνόματα τῶν Χαρίτων.

278. * ὤμνυε] εἰκότως· πίστεως γὰρ ἔδει ἐρῶντι καὶ φοβουμένῳ.

[*](1. supplevi ex B ‖ 2. ἐπιτατικὸν scripsi: ἐπὶ βάθους ‖ τὸν ‖ ἀναίτιον coni. W || 5. ἢ σ. B: ἧς σ. ‖ 6. ἀῶμαι scripsi: ἄω ἄομαι ‖ 8. suppl. W || ἆτοε W: ἄατος ‖ ἀκόρεστος Apoll. Soph., ἀπλήρωτος W ex Hesych.: ἀπέρατος ‖ 11. supplevi ex B ‖ 12. Νωνάκριδι Herodoti codd.: Νωνακρίᾳ ‖ Φινεῶ ‖ 15. νάμα B ‖ 20. οὐ κ. B || 21. ἔνεστι B ‖ 23. ἀλλὰ παλαιὰ γὰρ εὕδει Pindari codd. ‖ 26. ἄμ᾿ ἠλέηται ceteri testes apud Meinekium l. c.: ἅμα τετέλεσται ‖ τέθνηκεν ἡ ceteri testes: τέχνη κε μὴ)
83

279. ὑποταρταρίους] ἐνταρταρίους. §. “θεοὺς δ᾿ ὀνόμηνεν ἅπαν- τας” (278)· συλλήβδην καὶ θεὰς εἶπεν. §. 〈γράφεται καὶ〉 “θεὸν δ᾿ ὀνόμηνεν ἕκαστον.” §. τινὲς δὲ 〈προσ〉γράφουσιν “ὤμνυε δ᾿ ἐκ πέτρης κατ〈αλ〉ειβόμενον Στυγὸς ὕδωρ.”

ὑποταρταρίους] τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐ γάρ τι ἐστὶν ὑπὸ [*](Α ~ B+) Τάρταρον. οὐδένα δὲ αὐτῶν οἶδεν ἢ Ἰαπετόν (Il. 8. 479)· παρὰ 〈δὲ Ἡσιόδῳ (Th. 134, 7) εἰσὶ καὶ Κρόνος Κρεῖος Ὑπερίων Κοῖος〉.

281. Λήμνου τε καὶ Ἴμβροῦ] τινὲς “Λήμνοιο κατὰ μέγα ἄστυ λιπόντε” τί γὰρ νῦν πρὸς τὴν Ἴμβρον, §. ἔστι δὲ νῆσος πρὸς τῷ μέλανι κόλπῳ· ἀπέχουσι δὲ ἀλλήλων στάδια ρκ΄.

* βήτην] ἐπὶ πελάγους. §. 〈“ἠέρα〉 ἀεὶ διὰ τοῦ η φησίν. πρήσσοντε] περῶ πρῶ, ὡς βέω βῶ, βορῶ 〈βρῶ〉, τορῶ τρῶ· [*](B-) 〈ὁ μέλλων πρήσω〉 συγκοπῇ, πέπρακα, βρώσεσθαι βέβρωκα, τέτρωκα.

283. * Ἴδην] ἀντὶ τοῦ Ἴδης· ἀλλαχοῦ (292) “Γάργαρον ἄκρον Ἴδης ὑψηλῆς.”

284. * Λεκτόν] ὡς φυτόν.

[*](Α+)

*τὼ δ᾿ ἐπὶ χέρσου βήτην] ἐπέβησαν δὲ οὗτοι τῆς χέρσου.

[*](B+)

285. ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο 〈ὕλη〉] τὴν χαμαίζηλον βο- [*](B+) τάνην φησίν· ὅτι γὰρ οὐ πατοῦσι γῆν, δῆλον ἐκ τοῦ “οὐδὲ χθόνα μάρπτε ποδοῖιν” (228)· εἰσὶ δὲ γραφικά.

286. πάρος Διὸς ὄσσε ἰδέσθαι] πρὶν ἰδεῖν τοὺς ὀφθαλμοὺς τοῦ [*](B=) Διός, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα 〈δὲ εἴρηταί, ὡς ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος.

287. εἰς ἐλάτην ἀναβάς] ἐλάτη ἐπίμηκες καὶ ἄκαρπον ὡς Ὕπνος· [*](B=) ἔστι δὲ ἐπὶ ἐλάτην.᾿ §. τὸ δὲ “μακροτάτη” εἶπεν, ὡς πολλῶν οὐσῶν [*](B=) ἐκεῖ. καλῶς δὲ πρόσκειται 〈τὸ〉 “τέτε·” νῦν γὰρ οὐ φύεται ἐκεῖ ἐλάτη. §. καὶ ὅτι μετὰ τὰ ἡρωικὰ ὁ ποιητής.

* περιμήκετος] μῆκος μήκετος ἐπεκτάσει, ὡς πάχος πάχετος.