Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

234. ἦ μὲν δή ποτ᾿ ἐμὸν ἔπος] μνήμη χάριτος παλαιᾶς παρασκευ- αστικὴ δευτέρας· ἀλλ᾿ οὐκ ἐγύμνωσε τὴν χάριν διὰ τὰ παρακολου- θήσαντα τῷ ὕπνῳ τότε.

[*](A+)

235. ἰδέω χάριν] αἱ Ἀριστάρχου “χάριν εἰδέω” ἀντὶ τοῦ εἰδείην. §. Ἀττικῶς ἀντὶ τοῦ ὀφλῆσαι, ὡς Εὐριπίδης “ὦ παρθέν᾿ , εἰ [*](B-) σώσαιμί σ᾿ , εἴσῃ μοι χάριν;” (Andr. fr. 126 N.). ἐπίτηδες δὲ αὐτὸν ὑπέμνησε τῆς προγεγονυίας χάριτος.

236. κοίμησον] ἀντὶ τοῦ ‘κο〈ί〉μισον’ Αἰολικῶς, ὡς τὸ ψιμύθιον ψημύθιον· ἢ ἐνήλλακται τὰ τῆς διαθέσεως.

[*](A+)

* ὑπ᾿ ὀφρύσιν] Ζηνόδοτος “ἐπ᾿ ὀφρύσιν.”

[*](B-)

238. καλὸν θρόνον] ἐφύλαξε τὸν τῆς Χάριτος γάμον, εἰ ἀντιλέξει. καλῶς δὲ θρόνον ὑπισχνεῖται· πρὸς ἀνάπαυσιν γὰρ πεποίηται, ὡς ὁ ὕπνος. πάντα δὲ τὰ ἡφαιστότευκτα ἄφθιτά φησιν.

[*](B=)

239. *εἰς πίστιν τῆς ὑποσχέσεως καὶ τοῦ Ἡφαίστου μνημονεύει, ὅτι καὶ ἐκ προχείρου τὴν δωρεὰν παρέξει παρὰ τοῦ υἱοῦ λαβοῦσα.

240. * τεύξει] δύναται καὶ εὐκτικὸν εἶναι “τεύξοι” καὶ ὁριστικὸν “τεύξει.”

[*](2. ἡγ. ἐδεῖτο κ. Bekker || 5. λέξαιε ‖ 7. εἶεν Τρ. ‖ 8. supplevi ex B Eust. ‖ 11. ἀνάπαυσις W: ἀναπαύουσι || 14, 15. ἀπεθαύμασεν B ‖ 15. σεμνο- λογεῖ B ‖ ἐπαγομένη B ‖ 19. Ἀρίσταρχος A ‖ 20. Εὐριπίδης ὡς πίθεν εἰς ὡς (dein vacant 7 litt.) ἢ μοι χάριν: corr. Bekker ex Laert. Diog. IV. 29 ‖ 22. προγεγονυίας B: πορθουμένης || 23. ψυμύθιον || 24. ψημύθιον Eust.: βαρυθυμίαν || 26. καὶ θρ. ‖ ἀντιλέξει Bekker: ἀντιλέξαι B, ἀντιλέξοι)
79

θρῆνυν] ἀρσενικῶς· “θρῆνυν ἐφ᾿ ἑπταπίδην” (Il. 15. 729). καὶ B- “τῷ κεν ἐπισχοίης·” οὐ γάρ ἐστιν οὐδέτερον εἰς υ λῆγον· εἴρηται δὲ παρὰ τὸ θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον.

241. * ἐπισχοίης] οὕτως Ἀττικοί· ἔνιοι δὲ “ἐπισχοῖες.”

[*](A+)

εἰλαπινάζων] τινὲς ἐπάγουσιν “αὐτὰρ ἐπὴν δὴ νῶι κατευνηθέντε ἴδηαι ἀγγεῖλαι τάδε πάντα Ποσειδάωνι ἄνακτι·” ψευδὲς δέ ἐστιν· οὐ γὰρ ἂν ωμοσεν Ἥρα (Il. 15. 41), ἀλλ᾿ ὁ Ὕπνος διὰ τὸν γάμον τῆς Χάριτος ὑπὲρ τὸ αἰτηθὲν ποιεῖ.

243. * πρέσβα] ἀντὶ τοῦ πρεσβυτάτη, ὡς “δῖα θεάων.” §. τὴν [*](B=) ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ.

245. καὶ ἂν ποταμοῖο ῥέεθρα] δυσχερέστατον ποταμὸν ῥέοντα κοιμίσαι. §. ὁμιλητικῶς πρὸς ταῦτά φησιν ὑπηρετήσειν, ἃ μὴ κίνδυνον [*](Β=) αὐτῷ φέροι. τεχνικώτατα δὲ διαλέγεται, τοῦ μὲν καὶ νῦν κρατῆσαι τοῦ Διὸς δύνασθαι πίστιν ἐπάγων ἐκ τῶν ἐπὶ τῷ Ὠκεανῷ, τοῦ δὲ μὴ τολμῆσαι ἀπολογίαν κομίζων τὸ μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆσαι τοῦτο πρᾶξαι· ἐξ οὗ δύο χρήσιμα πράττει, τήν τε δοθησομένην ἐπι- τείνει δωρεὰν καὶ τῆς παλαιᾶς εὐεργεσίας τὴν Ἤραν ὑπομιμνήσκει.

246. ὅς περ γένεσιν] ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα, καὶ τὸ [*](Β-) σπέρμα δὲ πνεῦμά ἐστιν ὑγρῷ κραθέν. ὅθεν κουροτρόφοι οἱ ποταμοὶ καὶ αἱ πηγαί· οἷς τέως ἀποκείρονται τὰς κόμας.

249. ἄλλοτε ἡ ἐπίνυσσεν] Ἀρίσταρχος “ἄλλο τεὴ ἐπίνυσ〈σ〉εν [*](A+ Β=) ἐφετμή,” ἵν᾿ ᾖ, ἤδη γάρ με καὶ ἄλλοτε ἡ σὴ ἐπαίδευσε πρόσταξις. εἰ γὰρ ἦν ὅτι τῇ ἰδίᾳ ὁ Ζεύς, ἔδει ἐπάγειν ‘ὑπέρθυμος ἑὸς υἱός,’ ἄλλως τε ἀπειλῇ ἂν ἐσωφρόνισεν, οὐκ ἐφετμῇ· τὸ δʼ ἔργον λέγει κίνδυνον φέρειν, ἵνα καὶ παρωσάμενος συγγνώμην ἔχῃ καὶ ποιῶν δοκῇ μείζονα χαρίζεσθαι. §. τὸ δὲ “ἐπίνυσ〈σ〉εν” ἀντὶ τοῦ ἐσωφρόνισε καὶ ἐνουθέ- τησε μηκέτι τοῖς τοιούτοις ἐγχειρεῖν.

252. *Διὸς νόον] τὸν Δία, ὅς ἐστι νοῦς κόσμου.

[*](2. οὐ γὰρ W: ὅπερ ‖ 3. τὸ B: τὸν ‖ 4. οὕτως Ἀττικοί cf. Eust., οὕ- τως Ἀρίσταρχος coni. W: ὡς ἄσσον ‖ δὲ ἐπίσχυες A. ‖ 5. κατευνηθέντες: corr. Bekker ‖ 6. ἀγγεῖται: corr. Bekker ‖ 6, 7. οὐκ ἂν γὰρ ἂν: corr. Bekker ‖ 11. ποταμὸν Bekker: ποτὲ ‖ 12. ὑπηρετῆσαι B || ἃ B: ἂν ‖ 15. τολμῆσαι W: ποιῆσαι B, τὸ ἀνῆσοι ‖ πρόσθεν B: πρὸς θεὸν ‖ 16. ἐξ οὖ B: ἐκ σοῦ ‖ 17. ὑπομιμνήσκει B: ὑπέμνησεν ‖ 20. ἀπεκείροντο W; ἀπο- κείρονται ‖ 21. ἐπίνυσσεν etiam textus ‖ Ἀ. ἄλλο τεὴ A: ἄλλοτε σὴ ‖ 23. ἦν ὅτι τῆ ἰδίᾳ B: δέει τῇ (dein vaeant 4 litt.) ὁ ‖ 24. τὸ δ᾿ ἔργον λέγει W ex B: πονηρὸν δὲ ‖ 25. φέρειν B: φέρει ‖ τολμῶν δ. coni. W || 26. ἐσωφρόνησε B)
80
[*](B-)

253. *ἀμφιχυθείς] ὑγρὸς γὰρ ὁ ὕπνος.

[*](A=)

255. 〈Κόωνδε〉] τινὲς “Κόον,” ὡς καὶ Καλλίστρατος ἐν τοῖς διορθωτικοῖς. §. Κῶν Κόον, ὡς σόον, διαλύσει· καὶ “χροὸς εἴσατο” (Il. 13. 191)· τὸ δὲ πρόβατον κοῖον οἱ Κᾶρες ὀνομάζουσιν· ὅθεν Κῶς ἡ πολυθρέμμων.

[*](B-)

εὖ ναιομένην] ἢ δι᾿ εὐβοσίαν, ἢ τὴν οὐ τότε ἀλλ᾿ ὕστερον, ὡς τὸ “ἠὲ σὺ πρῶτον ἔσελθε δόμους εὖ ναιετάοντας” (Od. 17. 275)—οὐ γὰρ ὑπὸ τῶν μνηστήρων ᾠκοῦντο τότε καλῶς—ἢ ὑπὸ γενναίων οἰκου- [*](Β=) μένη〈ν〉, οἳ νομίσαντες αὐτὸν λῃστὴν εἶναι ἐπηρέασαν αὐτῷ. §. “φίλων” δὲ ἢ τῶν πολιτῶν ἢ τῶν ἰδίων, ὡς 〈τὸ〉 “ἀπὸ μὲν φίλα εἵματα δύσω” (Il. 2. 261)· ἰδίᾳ γὰρ νηὶ ἐκεῖσε κατήχθη.

* ἀπένεικας] καὶ ἡ μετοχή· “κεφαλήν τε τεὴν καὶ τεύχε᾿ ἐνείκας” (Il. 17. 39).

[*](B-)

257. ῥιπτάζων— θεούς] δηλονότι τοὺς συλλαμβάνοντας τῇ Ἥρᾳ. ἡ δὲ ἀπότασις εἰς τὸν Ἥφαιστον· φησὶ γοῦν ἐν τῇ A (590) “ἤδη γάρ με καὶ ἄλλοτ᾿ ἀλεξέμεναι 〈μεμαῶτα〉 ῥῖψε, ποδὸς τεταγών.” ὅτι δὲ ἐπιβοηθοῦντα τῇ Ἥρᾳ οὕτω διέθηκεν ὁ Ζεύς, αὐτὸς ἐν τοῖς ἑξῆς ἐρεῖ· “λῦσαι δ᾿ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι, ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ, ὄφῤ ἂν ἵκηται γῆν ὀλιγηπελέων” (Il. 15. 22). ὃ προλαβὼν ὁ Ἥφαιστος ἐξήνεγκε “πᾶν δ᾿ ἦμαρ φερόμην, ἅμα δ᾿ ἠελίῳ καταδύντι κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ' ἔτι θυμὸς ἐνῆεν” (Il. 1. 592).

[*](B=)

* ἔξοχα πάντων] κατ᾿ ἐξοχήν, παρὰ πάντας.

[*](ΑB=)

258. * ἄιστον] ἀνιστόρητον.

[*](AB=)

* ἄιστον—ἔμβαλε] ἐ〈μ〉βαλὼν ἐποίησεν, ὡς “βροτὸς οὔτασεν ἀνήρ (Il. 5. 361) οὐτάσας ἐποίησεν.

[*](B+)

259. εἰ μὴ Νὺξ δμήτειρα θεῶν] δαιμονίως· ὡς γὰρ τὸν Ὕπνον ἄνακτα θεῶν καὶ ἀνθρώπων φησίν, οὕτω καὶ τὴν Νύκτα δμήτειραν θεῶν καὶ ἀνδρῶν.

[*](Α+)

* δμήτειρα] αἱ πᾶσαι “μήτειρα,” ἐπεὶ ἀρχαία θεός· ἄμεινον δὲ “δμήτειρα·” καὶ “δεδμημένος” γὰρ “ὕπνῳ” (Od. 7. 318).

[*](B=)

260. * ἱκόμην] ἱκέτευσα, εἰκότως. φυσικώτερος γὰρ ὁ ἐν νυκτὶ ὕπνος τοῦ μεθ᾿ ἡμέραν.

[*](2. Καλλίστρατος A: Καλλίμαχος ‖ 6. δι᾿ εὐβοσίαν B: εὔβοιαν ‖ 6, 7. τὸ τῆς σὺ ‖ 8. ὠκεῖτο τότε ἡ κῶς: corr. ‖ 9,10. supplevi ex B ‖ 11. ἐκεῖ κατῆλ- θεν B || 12. καὶ ὅπλ᾿ ἐν. ‖ 16. supplevi ex B ‖ 17. οὕτω scripsi: τοῦτο ‖ 21, 22. δέ τι ‖ 25. supplevi ex B ‖ 26. καὶ post ἀνὴρ omisi ‖ ἀ. ἀντὶ τοῦ οὐτ. B)
81

261. μὴ Νυκτὶ θοῇ] τινὲς “νυκτὶ φίλῃ·” καὶ ἄμεινον· τί γὰρ [*](Β=) πρὸς τιμὴν ἡ θοὴ νύξ; διδάσκει δὲ ὡς χρὴ καὶ ὀργῆς κρατεῖν εἰς πρόσωπον αἰδέσιμον ἀφορῶντας.

*ἔρδοι] ῥέζω οἱ Βοιωτοί, ῥέδω, ὑπερθέσει ἔρδω.

262. * ἀμήχανον] πρὸς ὃ μηχανὴν σωτηρίας οὐκ ἂν εὑροίμην.

[*](B=)