Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
798. κύματα παφλάζοντα] δεῖξαι θέλει καὶ φύσιν κυμάτων. [*](Β=) καί μοι δοκεῖ καὶ τὸν ἦχον μιμήσασθαι διὰ τῆς περὶ τὴν σύνθεσιν τῶν σημείων τραχύτητος “παφλάζοντα πολυφλοίσβοιο·” εἶδ᾿ ὅρα καὶ τὸ ὁμοιοκατάληκτον κύματα παφλάζοντα,” “κυρτὰ φαληριόωντα,” καὶ ἔχει ἕκαστον τῶν ὀνομάτων ἰδίαν χάριν· τὰ μὲν γὰρ παφλά- ζοντα” πρὸς τὸν ἦχον, τὰ δὲ “κυρτά” πρὸς τὸν ὄγκον, τὰ δὲ “φαλη- ριόωντα” πρὸς τὸ χρῶμα. προειπὼν δὲ “ἐν δέ τε πολλὰ κύματα” ἐπεξηγεῖται πῶς πολλά, “πρὸ μέν τ᾿ ἄλλ᾿ , αὐτὰρ ἐπ᾿ ἄλλα” (799). εἰς δὲ τὴν συνέχειαν τῆς ἐπιφορᾶς τῶν πολεμ〈ί〉ων ἡ εἰκών. §. τὸ δὲ “φαληριόωντα” (799) λευκανθίζοντα τῷ ἀφρῷ, ὡς καὶ οὗτοι τῇ [*](B=) παντευχίᾳ (800).
* παφλάζοντα] ἐν τῷ ἀναζεῖν ἠχοῦντα. πρὸς τὸν Τρωικὸν [*](B=) πολεμον.
799. *πρὸ μέν τ᾿ ἄλλα] πρόσω μὲν ἄλλα.
805. πήληξ] παρὰ τὸ πάλλεσθαι ὠνόμασται. οὗτος δέ ἐστιν ὁ κορυθάιξ.
806. * ἐπειρᾶτο] ἐπείραζεν.
προποδίζων] ἡρέμα ἕτερον 〈ἐφ᾿〉 ἑτέρῳ πόδα τιθείς.
807. προβιβῶντι] μετὰ πολλῆς ἀσφαλείας βαίνοντι. τῷ δὲ [*](B=) βαδίσματι καὶ τῇ προτροπῇ δείκνυσιν ἄνδρα βάρβαρον ἐνδεικνύμενον τὴν εὐψυχίαν.
[*](3. supplevi ex B ‖ 3, 4. παραπλήσια B ‖ 7. ἐπιφέρεται B: ὑποφέρεται ‖ 8. σκηπτὸν B ‖ 9. καὶ ante σκ. omisi ‖ 16. τὴν ante ἱδ. omisi ut B 19. μέν τ᾿ ἄλλα ‖ 20. supplevi ex B ‖ 25. ἄλλοι alterum ‖ 27. κορυθράξ || 29 supplevi ex B 32. εὐτυχίαν ut B: corr. Bekker)