Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

791. Ὀρθαῖον] ὡς Ἀλκαῖον· τὰ γὰρ διὰ τοῦ αιος εἰς σύμφω- νον ἔχοντα τὴν ἄρχουσαν καταλήγουσαν προπερσπᾶσθαι θέλει. §. “Ὀρθαῖον” ἁπλοῦν, Εὔμαιος σύνθετον.

[*](A+B=)

793. ἀμοιβοί] οἳ μὲν πεζοί, οἳ δὲ ἀμειβόμενοι Πρίαμον ὑπὲρ ὧν ἐπεκούρησε Φρυξίν, οἳ δὲ διάδοχοι τῶν προκαμόντων, ἵνα ᾖ ἔπαινος τῶν Ἑλλήνων διαδοχῇ μὴ κεχρημένων· καὶ ἐπὶ τῶν ἄλλων γὰρ νοητέον· παρατηρητέον δὲ ὅτι κατὰ μέρος τὰς ἐπεξεργασίας ποιεῖ- ται· τὸ γὰρ εἰπεῖν, ὅτι ἐγίνοντο διαδοχαὶ τῶν στρατιωτῶν, ψυχρὸν 〈ἄν〉 ἦν, ἐπὶ δὲ τῆς χρείας χαρίεν.

[*](1, ὄλετο ut textus ‖ 6. supplevi ex B ‖ ὅλεθροςante γ. omisi || 6, 7. γίνεται scripsi: γράφει ‖ γ. ὁ. σωζομένου τὸ ὄλεθρον ἐμποιεῖν τοῖς ἐντ. B ‖ 10. αἰ- τιάσασθαι λ. ‖ 13. ὅτου B: ὅτε ‖ 18. τετυγμένῳ ‖ 19. τοῦ ante ἑτέρου om. B ‖ 23. supplevi ex B || 24. Ἀλκαῖον τὰ A: ἄρχοντα ‖ 29. κεχρη- μένων B: κεχωρημένων || 30. μ. τῆς ἐπ.)
55

795. οἳ δ᾿ ἴσαν—ἀνέμων] κατ᾿ ἀρχὰς μὲν ἀέλλῃ τὴν ἔφοδον [*](B=) αὐτῶν παρέβαλε διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, ὕστερον δὲ τὸ πλῆθος εἴκασε πελάγει· ὄχλου 〈γὰρ κίνησις καὶ ὁρμὴ θαλάσσης παρα- πλήσιον. §. εἰς ἔμφασιν δὲ τῶν ἀνέμων τὸ “ἀργαλέων” πρόσκειται, [*](Β=) ἵνα τοὺς σφοδροὺς ἐμφήνῃ.

*οἳ δέ] οἱ περὶ Ἕκτορα.

796. ὑπὸ βροντῆς] 〈ἡ ἄελλα〉 μετὰ βροντῆς ἐπιφέρεται μὲν ὡς [*](Β=) ἐπὶ τὸ πέδον, ἀποσκήπτει δὲ εἰς θάλασσαν, ὅ ἐστι σκηπτός.

797. θεσπεσίῳ] θείῳ, οἱονεὶ τῷ μετὰ θείου σκηπτοῦ φερομένῳ, [*](Β-) ἢ μετὰ ὀργῆς θεῶν κατιόντι· δηλοῦν οὖν θέλει τὴν ἀπὸ θεοῦ κατα- βεβηκυῖαν ἄελλαν.