Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
779. * ὁμιλέομεν Δαναοῖσι] κατὰ ἴλας συμβάλλομεν.
780. *ἕταροι] περὶ ὧν ὕστερον ἠρωτήθη φησίν.
[*](B=)782. τετυμμένω] σύλληψις· φησὶ γὰρ “δουρὶ βραχίονα τύψεν” (520)· καὶ περὶ τοῦ ἐτέρου “τὴν βάλεν, ᾗ ῥ᾿ ἔχε τόξον” (594).
[*](B=)786. ἀλκῆς δε〈υ〉ήσεσθαι, ὅση δύναμίς 〈γε πάρεστιν〉] ὅση μοι πάρεστι δύναμις, παραυξήσω τὴν ἀλκήν.
[*](B=)787. * παρ δύναμιν δ᾿ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν] τῶν πάνυ χρησίμων ἡ γνώμη καὶ καθ᾿ αὑτὴν 〈ὑπάρχουσα〉.
[*](Α+)