Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. πυλέων ἐξέσσυτο] διὰ τῶν πυλῶν ἐξώρμησεν. δηλοῖ δὲ τὸ πρόθυμον Ἕκτορος, ὃ ἐνεδείκνυτο πρὸς προτροπὴν Ἀλεξάνδρου· διὸ καὶ ὁ ποιητὴς ἐπάγει κἀκείνου τὴν προθυμίαν.

[*](8. μελλει ‖ 15. πευστικὸν AB: πνευστικὸν ‖ 17. δαιμόνιε ‖ 26. Ὁμήρῳ ut B: corr. W ‖ 28. ἱστώμενον ‖ 31. addidi: ἰλιάδος H ὁμήρου ῥαψῳδίας textui inscriptum)
233

2. *τῷ δʼ ἅμ᾿ Ἀλέξανδρος] διδάσκει ὅσον ἐστὶ προτροπὴ κατὰ [*](B=) καιρὸν γινομένη.

4. ὡς δὲ θεὸς ναύτῃσι] καὶ ἀλλαχοῦ ἐπὶ λήξει τῶν δεινῶν [*](B=) “ἀσπάσιος γῆ νηχομένοισι φανήῃ” (Od. 23. 233) φησίν. ἐνταῦθα δὲ μεσοῦντος τοῦ δεινοῦ τὸν οὖρον ἔλαβεν. ἐπανείληφε δὲ τὸ αὐτὸ πρὸς ἔμφασιν τῆς προθυμίας.

5. ἐπήν κε κάμωσι] οὕτως· τινὲς δὲ “κεκάμωσιν” ὡς λελάχωσιν· [*](A -) ἀλλʼ ἐν τοῖς τοιούτοις μᾶλλον οἱ σύνδεσμοι ἐπικρατοῦσιν ἤπερ οἱ διπλασιασμοί· φιλεῖ γὰρ μετὰ τὸν ἐπεί καὶ τὸν εἰ ὁ κέ σύνδεσμος ἐπιφέρεσθαι. τινὲς “ἐπεί κε·” δὲ Σιδώνιος “ἐπήν κε,” ὡς “οὔτʼ ἂν κεν Ἄρης” (Il. 13. 127).

6. * ἐλαύνοντες] τινὲς “ἐρέσσοντες” γράφουσιν.

[*](A +)

7. *τώ] Ἀρίσταρχος “τώ,” Ἀμμώνιος δὲ “τοί.”

8. ἔνθ᾿ ἑλέτην] εἰς τὸ “ἑλέτην” βραχεῖα διαστολή. §. πρῶτος δὲ [*](A + B =) ἀριστεύει Ἀλέξανδρος ὡς προπετής· “Τρωσὶν μὲν προμάχιζεν” [*](B=) (Il. 3. 16)· ἢ ὡς ἐξ ἀναπαύσεως ὢν καὶ ὑπὸ τῶν Ἕκτορος λόγων ἠρεθισμένος.

9. Ἄρνῃ ναιετάοντα] δοκεῖ μάχεσθαι ἑαυτῷ ὁ ποιητὴς ἀεὶ πρεσ- [*](A+ B=) βύτατον λέγων Νέστορα τῶν ἐπὶ Ἴλιον στρατευσάντων “μετὰ δὲ τριτάτοισιν ἄνασσεν” (Il. 1. 252), ἐνταῦθα δὲ Μενέσθιον· δυσὶ γὰρ γενεαῖς παράγεται πρεσβύτερος ὢν τοῦ Νέστορος. Ἀρηιθόου γὰρ λέγει τοῦ ἐπικαλουμένου κορυνήτου παῖδα εἶναι Μενέσθιον· ὑπὸ δὲ Λυκούργου φησὶν ἀνῃρῆσθαι τὸν Ἀρηίθοον, ὃν δὴ καὶ τὰ ὅπλα αὐτοῦ λαβεῖν· γηράσαντα δὲ τοῦτον Ἐρευθαλίωνι παραδοῦναι, τὸν δὲ Ἐρευθαλίωνα ὑπὸ Νέστορος ἀναιρεθῆναι νέου ὄντος. φησὶ γὰρ “γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων” (153). ῥητέον δέ, ὅτι ἴσως ἀπέθανεν Ἀρηίθοος ἐνιαυσιαῖον ἐάσας τὸν υἱόν, ἀνεῖλε δὲ τὸν Ἀρηίθοον ὁ Λυκοῦργος ἤδη γηραιὸς ὢν· φησὶ γοῦν “πέφνε δόλῳ, οὔτι κράτεΐ γε” (142). ὀλίγον δὲ ἐπιβιοὺς δύναται Ἐρευθαλίωνι παραχωρεῖν τὴν πανοπλίαν. προκαλούμενος δὲ οὗτος τοὺς Πυλίους οὐκ ἀπει- κότως ὑπὸ Νέστορος νέου ὄντος ἀναιρεῖται, ὥστε Νέστορα μὲν εἶναι Μενεσθίου πρεσβύτερον, τῶν δὲ ἄλλων τῶν ἐπὶ Ἴλιον στρατευσάντων μείζονα 〈Μενέσθιον〉.

ἄλλως: Μενέσθιος Ἀρηιθόου ἦν παῖς τοῦ Ἀρηιθόου, 〈τοῦ〉 καὶ κορυνήτου, ὁμωνυμούντων τοῦ πατρὸς καὶ τοῦ πάππου, ἵνʼ ᾖ “ὃν [*](4. φανείη ‖ 28. ἔπεφνε ‖ 33. supplevi ex B)

234
κορυνήτης γείνατʼ Ἀρηίθοος·” τίνα γείνατο; δηλονότι Ἀρηίθοον τὸν πατέρα Μενεσθίου.

[*](AB -)

ἄλλως: πλανῶνται τῇ ὁμωνυμίᾳ· ὁ γὰρ τοῦ Μενεσθίου πατὴρ Ἀρηίθοος Βοιωτὸς ἦν, κατοικῶν Ἄρνην —ἔστι δὲ αὕτη Βοιωτίας, ὡς καὶ Ἡσίοδός φησιν (fr. 51 M.)—ὁ δὲ ὑπὸ Λυκούργου ἀναιρεθεὶς Ἀρκάς· τινὲς δὲ Ἄρνην Ἀρήνην τὴν Ἀρκαδικὴν ὡς τὴν Μέσ〈σ〉ην Μεσ〈σ〉ήνην φασίν (Il. 2. 582).

ὃν κορυνήτης] ἐπεὶ κορύνῃ ὅπλῳ ἐχρῆτο. τὸ δὲ κύριον ὄνομα Ἀρηίθοος.

10. *βοῶπις] ὅτι καὶ νῦν ἐπὶ θνητῆς.

[*](B +)