Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

11. * ὀξυόεντι] 〈ἀπὸ〉 παραγωγῆς, ὡς 〈φαίδιμος φαιδιμόεις〉· “φαιδιμόεντες Ἐπειοί” (Il. 13. 686).

[*](A + B=)

12. * στεφάνη εἶδος περικεφαλαίας ἐξοχὴν ἔχον. ἡ δὲ μετα- φορὰ ἀπὸ τῆς τῶν ὀρῶν ἐξοχῆς.

[*](B=)

13. Γλαῦκος δʼ Ἱππολόχοιο] καλῶς τρίτος ἀριστεύει μὴ σβέσας τὴν εἰς Διομήδην ὁρμήν. ὁρμήσας γὰρ ἐπὶ ἀνδραγαθίαν τῷ ἀνα- γνωρισμῷ τῶν προγόνων ἐκεκώλυτο.

[*](A+ B=)

15. * Δεξιάδην, ἵππων ἐπιάλμενον] τινὲς “δεξιάδην ἐπιάλμενον,” ἀπὸ τῶν δεξιῶν μερῶν ἁλλόμενον.

[*](B=)

17. τοὺς δʼ ὡς οὖν ἐνόησε θεά] ἀγωνιστικὸν τὸν πόλεμον τῇ ὁρμῇ τῶν θεῶν ποιεῖ καὶ διαναπαύει τὸ ὁμοειδές. ὡς φιλέλλην δὲ καὶ τοὺς τρεῖς τοὺς ἀπολωλότας πολλοὺς εἶναι δοκεῖ.

*τοὺς δʼ ὡς οὖν ἐνόησε] τὴν ὁρμὴν ἑωρακυῖα.

[*](B -)

21. Περγάμου ἐκκατιδών] διὰ τὸ “αὐτὸς μὲν ἐφέζετο Περγάμῳ ἄκρῃ” (Il. 5. 460). παρατηρεῖ γάρ, μή τις θεῶν ἐπίθηται Τρωσίν. Πέργαμα δέ φασιν οἱ νεώτεροι.

[*](A = B -)

22. συναντέ〈σ〉θην παρὰ φηγῷ] ἀξιοπίστως ἔθηκε καὶ τὸν τόπον. ἔστι δὲ τὸ δένδρον τοῦτο καὶ ἰσχυρὸν καὶ πολυχρόνιον. φηγὸς δὲ παρὰ τὸ φαγῶ, ὅ ἐστι τὸ ⌈τρώγω⌋· τὰ γὰρ ἔσω τῶν βαλάνων ἐσθίοντες τὰ ἔξω ἔκαιον πρὸς θέρμην· ὅθεν καὶ βαλανεῖα. καὶ οἱ ἑταῖροι Ὀδυσσέως ἐγκαθειρχθέντες εἰς συφεὸν αὐτῇ ἐκέχρηντο 〈τῇ τροφῇ〉 (Od. 10. 242).

[*](B=)

24. τίπτε 〈σὺ〉 δʼ αὖ μεμαυῖα] τί πάλιν ἐθέλουσα ποιεῖν, ἐπειδὴ ἡ πρώτη αὐτῆς ὁρμὴ μέγιστα τοῖς Ἀχαιοῖς συνεβάλετο.

[*](4. αὐτῆς Βοιωτία ‖ 6. τὴν post Ἄρνην del. W ‖ 11. supplevi ex B ‖ 13. στεφάνης ‖ 19. ἁλλομένων ‖ 24. Περγάμῳ B: Περγάμου ‖ 29. φαγῶ A: φωγῶ ‖ τρώγω B: καίω novavit rec. ‖ 31. ἐγκ. scripsi: ἐπιλειφθέντες A, ἐπιληφθέντες ‖ εἰς συφεὸν scripsi: ἐκ τοῦ πλεῖν ut A ‖ supplevi ex A)
235

26. ἢ ἵνα 〈δὴ〉 Δαναοῖσι—δῷς] οὐ γὰρ λεκτέον ‘ἵνα δώσεις’ ἐπὶ πρώτου ἀορίστου καὶ μέλλοντος. §. “ἑτεραλκέα” δὲ ἐπίθετον τῆς [*](AB=) νίκης· καὶ γὰρ ἑτεραλκὴς λέγεται νίκη, ὅταν οἱ νικηθέντες πρώην πάλιν νικήσωσιν.