Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

460. Ἕκτορος ἥδε γυνή] παρέδραμε τὰ ἑαυτοῦ· ἔστι δὲ ἐν τῇ [*](B=) λέξει πάντα ὑπονοεῖν.

Ἕκτορος ἥδε γυνή] ἐπιγραμματικὸν ἔχει τύπον.

462. σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος] βεβαιοῖ αὐτῆς τοὺς λόγους. §. “χήτει” δὲ ἀπορίᾳ, σπάνει.

464. ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι] ὑπερβάλλει [*](B=) τῇ φιλοστοργίᾳ τὴν γυναῖκα. ἣ μὲν γὰρ στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔχεται λέγουσα “ἐμοὶ δέ κε κέρδιον εἴη —χθόνα δύμεναι” (410), ὃ δὲ αἱρεῖται θανεῖν, ἵνα μηδὲ κλαίουσαν ἴδῃ.

466. οὗ παιδὸς ὀρέξατο] πρῶτος παῖδας εἰσάγει τῇ τραγῳδίᾳ.

[*](B=)

467. ἂψ δʼ ὁ πάις πρὸς κόλπον] δυσαποσπάστως μὲν ἔχουσι τῶν [*](B=) τροφῶν· τοῦτον δὲ καὶ ἡ ὄψις φοβεῖ· ταῦτα δὲ τὰ ἔπη οὕτως ἐστὶν ἐναργείας μεστά, ὥστε οὐ μόνον ἀκούεται τὰ πράγματα ἀλλὰ καὶ ὁρᾶται· λαβὼν δὲ τοῦτο ἐκ τοῦ βίου ὁ ποιητὴς ἄκρως περιεγένετο τῇ μιμήσει.

468. πατρὸς—ὄψιν ἀτυχθείς] ταραχθείς. ἠθικὸν δέ, ὅτι οὐκ ἄλλον [*](B =) ἀλλὰ τὸν πατέρα φοβηθείς.

469. ταρβήσας χαλκόν τε] τὰ γὰρ ἀνόμοια φόβον κινεῖ.

χαλκόν τʼ ἠδὲ λόφον] διασταλτέον εἰς τὸ τέλος· ἔστι γάρ, ἀτυ- [*](AB=) χθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον δεινὸν νεύοντα νοήσας.

471. ἐκ δʼ ἐγέλασ〈σ〉ε] ἀπὸ τῆς πολλῆς λύπης ἐκ μικρᾶς αἰτίας [*](B=) γέλωτα κινεῖ.

472. αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο] μιμητικῶς· εὐάλωτος γὰρ [*](B=) καὶ ὁ τραχὺς τέκνου φιλοστοργίᾳ.