Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

445. αἰεὶ καὶ πρώτοισι] ὁ Νικάνωρ φησίν, ὅτι δεῖ στίζειν εἰς τὸ [*](B=) “α〈ἰ〉εί,” ὅπως μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται. §. κοινὸν δὲ [*](A =) τὸ “αἰεί·” μάθον 〈ἔμμεναι ἐσθλὸς αἰεί〉, καὶ αἰεὶ μάθον 〈μάχεσθαι〉.

446. * ἀρνύμενος πατρός τε] οὐ μόνον ἑαυτῷ δόξαν ἀλλὰ καὶ τῷ [*](B=) πατρὶ θέλει διασῴζειν.

[*](8. ἀμβάτη A: ἀμβατεῖν || 12. μέλλει || 17. Ἀτρείδα scripsi: Ἀτρεῖδαι || 25. δειλόν B: δειλῶν)
228
[*](B=)

448. * ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ τὴν ἀριστείαν Διομήδους.

[*](A - B =)

ἔσσεται ἦμαρ] οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐπαράμυθον ποιεῖ, καὶ οὐ τῆς ἁλώσεως 〈αὐτῆς〉 μέμνηται, ἀλλὰ τὴν ἑαυτοῦ φιλο- στοργίαν ἐμφαίνει πρὸς τὴν γυναῖκα· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει 〈χρόνον〉· ὧν δὲ δεινῶν ὁ χρόνος οὐχ ὁρίζεται, τούτων ἧττον ἐλύπησεν ἡ προσδοκία, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου. προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα.

[*](B=)

450. ἀλλʼ οὔ μοι Τρώων —οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο] ἐπεὶ ἐκεῖνοι ἑκόντες ἐδυστύχουν, ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν· ἡ δὲ Ἀνδρομάχη διὰ τὰς ἐκείνων ἁμαρτίας καὶ προητυχήκει, τοσούτων οἰκείων στερηθεῖσα ἐν ἡμέρᾳ μιᾷ.

[*](B=)

ἀλλʼ οὔ μοι Τρώων τόσ〈σ〉ον μέλει] ὑπερεβάλετο τὴν τῆς γυναικὸς φιλοστοργίαν· ἣ μὲν γὰρ ἀντὶ τῶν οὐκέτι ὄντων οἰκείων ἔθετο αὐτόν, ὃ δὲ καὶ τῶν περιόντων αὐτὴν προτιμᾷ· ἅμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρβάρων φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας.

451. * οὔτ᾿ αὐτῆς Ἑκάβης] ηὔξηται διὰ τῆς ἀντωνυμίας ἡ φιλοστοργία.

[*](B-)

454. ὅσσον σεῖʼ, ὅτε κέν τις Ἀχαιῶν] δεινὸν γὰρ ἡ τῶν γυναικῶν ὕβρις καὶ αὐτῶν αἰσχύνη· “πρίν τινα πὰρ Τρώων ἀλόχων κατακοιμηθῆναι” (Il. 2. 355).

455. *ἦμαρ] ἀντὶ τοῦ ἤματος.

456. πρὸς ἄλλης ἱστὸν ὑφαίνοις] ἀντὶ τοῦ ὑπὲρ ἄλλης, ὡς “πρὸς Τρώων” (Il. 6. 57) καὶ “πρὸς ἄνακτος” (Il. 24. 734), ἵνα μὴ κακοπαθῇ.

[*](B=)

ἄλλως: πρὸς ἄλλης] ἀντὶ τοῦ ὑπὸ ἄλλης κελευομένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον σύνηθες ὂν ταῖς ἀρχαίαις.

[*](B=)

457. καί κεν ὕδωρ φορέοις] τέτακται μὲν ἡ δουλεία εἰς ὑπηρεσίαν ἢ εἰς ἱστουργίαν· ὃ δὲ ἄμφω φησὶν εἰς ἐπίτασιν. θαρρῶν δὲ τῇ σωφρο- σύνῃ τῆς γυναικός, ὅτι οὐκ ἂν ὑπομείνειεν οὐδὲ ἀκουσίως προδοῦναι ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται.

Ὑπέρεια Θεσσαλίας· Πίνδαρος “ἐγγὺς μὲν Φέρης κράναν Ὑπερῇδα λιπών” (Pyth. 4. 221).

[*](4. καὶ B: ἢ || ποιεὶ ὅπου τῆς ἁλ. μ. ἅμα τε τὴν coni. W || 6. supplevi ex AB || 8. ἥττονα || 14. μέλλει || ὑπερεβάλλετο || 17. βαρβάρων B: βαρβάρου || 33. κράναν Pindari codd.: κραναῆς || 34. Ὑπερηίδα)
229