Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

406. * φῦ χειρί] τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ [*](B=) τὸ “φῦ χειρί.”

407. φθίσει σε τὸ σὸν μένος] διὰ τὴν φιλοστοργίαν πέπεισται [*](B=) αὐτὸν ὑπερέχειν Ἑλλήνων καὶ οὐ τοσοῦτον τοῖς πολεμίοις εὐχείρωτον εἶναι ὅσον ἑαυτῷ διὰ τὸ ῥιψοκίνδυνον.

φθίσει σε τὸ σὸν μένος] θαυμάζει τὴν ἰσχύν, οὐκ ἐπαινεῖ δὲ τὸ [*](B=) θράσος. οὔτε δὲ Ἕκτορ οὔτε ἄνερ φησίν, ἀλλὰ “δαιμόνιε,” ᾧ παρεμ- φαίνει θυμόν τε καὶ εὔνοιαν.

οὐδ᾿ ἐλεαίρεις παῖδά τε νηπίαχον] τοιαύτη τίς ἐστιν, οἵα ἂν μήτηρ, ἐκ πολλῶν παίδων ἐφʼ ἑνὶ σαλεύουσα.

409. *σεῦ] οὐ τῇ κοινῇ χηρείᾳ ἄχθεται, ἀλλὰ τῇ Ἕκτορος.

[*](B=)

410. * πάντες ἐφορμηθέντες] ἕνα ἕκαστον ἥττω αὐτοῦ ἡγεῖται.

[*](B=)[*](19. supplevi ex B)
226
[*](B=)

411. *σεῦ ἀφαμαρτούσῃ] φίλανδρον τὸ ἦθος· ἡ δὲ ἀντωνυμία ἦθος κινεῖ παραληφθεῖσα πολλάκις.

[*](B=)

οὐ γὰρ ἔτʼ ἄλλη ἔσται θαλπωρή] περιπαθῶς συναπολεῖσθαί φησι τῷ Ἕκτορι πάντα αὐτῆς τὰ καλά, καὶ τὸ κοινότατον ἀνθρώπων ἁπάντων ἀφαιρεθήσεσθαι, τὴν ἐλπίδα.

[*](B=)

412. * πότμον ἐπίσπῃς] ὑπὸ τοῦ πότμου καταληφθήσῃ.

[*](B =)

413. * οὐδέ μοι ἔστι πατήρ] οἶκτον ἐπάγεται ἀντὶ πάντων αὐτὸν λέγουσα ἔχειν. ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς ἡμῶν μόνον ἠρτημένους.

[*](A ~ B=)

414. ἤτοι γὰρ πατέῤ ἁμόν] οὐκ ἀγνοοῦντι διηγεῖται, ἀλλʼ ἐκ πάντων τῶν οἰκείων αὔξουσα Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι [*](A ~ B -) καὶ πρὸς εἰδότας λέγειν τὸ μῆκος τοῦ λόγου. §. τὸ δὲ “ἁμόν” ἐν μὲν τῇ Ἰλιακῇ προσῳδίᾳ φησὶν ὁ Ἡρωδιανὸς Δωρικώτερον εἶναι ἀπὸ τοῦ ἁμέτερον, ἐν δὲ ἐπιμερισμῷ φησιν· ἀπὸ τοῦ ἐμόν ἐκτέ- ταται τὸ ε εἰς α μακρόν, ὡς τὸ αἴ κα· “αἴ κα τῆνος ἕλῃ” (Theocr. i. 4).

[*](A +)

415. * ναιετάωσαν] “ναιετόωσαν” διὰ τοῦ ο.

[*](B=)