Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

395. μεγαλήτορος Ἠετίωνος, Ἠετίων] “οἵη περ φύλλων γενεή, φύλλα” (146).

[*](A~)

396. Ἠετίων] ἐνήλλακται ἡ πτῶσις· τινὲς δὲ “Ἠετίων” τὸ τέλειόν φασιν ἀντὶ γενικῆς, ὡς τὸ “ἆσσον ἰόνθʼ, ὅτε κέν τοι” (Il. 1. 567).

[*](A + B =)

397. Θήβῃ Υποπλακίῃ] Ἀδράμυς τις Πελασγὸς ἀφικόμενος εἰς τὴν Ἴδην τὴν ἐν Κιλικίᾳ κτίζει πόλιν Ἀδραμύττιον καλουμένην· ἔχων δὲ θυγατέρα Θήβην ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ βουλο- μένῳ. Ἡρακλῆς δὲ ταύτην λαβὼν ὑπὸ τὸ Πλάκιον τῆς Κιλικίας πόλιν κτίσας Θήβην αὐτὴν ὠνόμασεν.

[*](B -)

ἄλλως: Ἐριθήλας καὶ Λέβης οἱ Ἀστάκου ἀπαρχὰς εἰς Φοινίκην ἀπὸ Θήβης φέροντες ἐξώσθησαν καὶ οἰκήσαντες ἐκάλεσαν αὐτὴν καθʼ ὁμωνυμίαν· ὑπέρκειται δὲ αὐτῆς πλακῶδες ὄρος συνεχεῖς ἔχον πέτρας προσπιπτούσας ἀλλήλαις· ἄλλοι δὲ οὗτοι παρὰ τοὺς Σύρους Κίλικας, ὑπὸ τὴν Ἴδην καὶ Πήδασον ὄντες.

398. τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι] ἐπὶ ἀνδρὸς “θύγατῤ εἶχε ξανθὴν Ἀγαμήδην” (Il. 11. 740), ὡς ἐγάμει καὶ ἐγαμεῖτο.

[*](A B=)

400. * ἀταλάφρονα] μὴ δυνάμενον τλῆναι κακοπάθειαν.

[*](9. διεξιέμεναι || 12. suppl. sec. ut B || 21, 22. Ἀτράμους et Ἀτραμύτειον AD, Ἀνδράμυς et Ἀνδραμυστιαν || 26. schol. praecedenti adhaeIet || ἀλλ᾿ ἐριθήλας || 27. ἔκτισαν cf. D || κατʼ || 31. θυγατέρα)
225

401. Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ] προπαρα- [*](B =) δίδωσιν ἡμῖν τὸ χαρίεν τοῦ παιδός, ἵνα προσανέχωμεν αὐτῷ τὸν νοῦν, ὅταν εἴπῃ τὸ “οὗ παιδὸς ὀρέξατο” (466). πρέπον δὲ παιδίῳ τὸ μὴ ἡλίῳ ἢ σελήνῃ ἀλλʼ ἀστέρι αὐτὸν εἰκάσαι.

402. τόν ῥ Ἕκτωρ καλέεσκε Σκαμάνδριον 〈—Ἀστυάνακτα〉]ἄμφω [*](B=) πρέποντα· ὃ μὲν οὐ βουλόμενος ὀνειδίζειν τοῖς ὑποτεταγμένοις ἣν παρ- εῖχεν αὐτοῖς σωτηρίαν ἀπὸ τοῦ ἐγχωρίου Σκαμάνδρου καλεῖ τὸν υἱόν, οἱ δὲ Τρῶες, ἀνθʼ ὧν ἐφύλαττεν αὐτοὺς ὁμολογοῦντες χάριν, Ἀστυά- νακτα καλοῦσιν αὐτὸν οἰκείαν θέμενοι τὴν προσηγορίαν· καὶ γὰρ ὁ Ἕκτωρ οὕτως ἐκαλεῖτο διὰ τὸ ἔχειν “ἀλόχους κεδνὰς καὶ νήπια τέκνα” (Il. 24. 730).

αὐτὰρ οἱ ἄλλοι Ἀστυάνακτα] προτρέπει ἡμᾶς ἐπʼ ἀρετὴν διʼ ὧν [*](B=) καὶ παισὶ αἴτιοι εὐκλείας οἱ ἀγαθοί.

404. ἤτοι ὃ μὲν μείδησεν] πατρικὸν ἦθος δείκνυσιν ὁ ποιητής· [*](B =) προσαγορεύομεν γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν συνι- έντας λόγους, γνωρίζοντας δὲ ἤδη τὴν ὄψιν.

ἤτοι ὃ μὲν μείδησεν—ἐς παῖδα σιωπῇ] ἡρωικὸν καὶ μεγαλοφυὲς [*](B=) τὸ μὴ ἀθρόως γελᾶν. χαρίζεσθαι δὲ ταῖς γυναιξὶ δοκοῦσι τοὺς παῖδας φιλοφρονοῦντες· σύνδεσμος γὰρ ἀνδρῶν καὶ γυναικῶν 〈ἡ〉 παιδοποιία.

405. δακρυχέουσα] ἤδη προεδίδαξε τί μέλλει λεχθῆναι. πιθανὸν [*](B=) δὲ ἀπὸ τῆς ἀπροσδοκήτου χαρᾶς κλαίειν τὴν γυναῖκα. γραφικῶς δὲ ὃ μὲν μειδιᾷ ἀφορῶν εἰς τὸ παιδίον, ἣ δὲ δακρύουσα παρέστηκεν αὐτῷ.