Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

292. ἦ, καὶ ἀπὸ στομάχους] οὕτως Ἀρίσταρχος· αἱ δὲ ἄλλαι πᾶσαι “ἐπὶ στομάχους.”

[*](A+)

295. ἀφυσσόμενοι] διὰ τῆς ο τὸ “ἀφυσσόμενοι” ἐν παρατατικῷ· καὶ ἀναλογεῖ τῷ “ἔκχεον.”

[*](B=)

296. ἔκχεον] οὐκ εἶπεν ἔσπενδον, προειδὼς τὸ ἀτελὲς αὐτῶν.

[*](B=)

θεοῖς ἀειγενέτῃσι] ἀίδιον γενεὰν ἔχουσιν.

297. εἴπεσκεν] τὸ “εἴπεσκε” ἀπὸ τοῦ εἶπα, ὡς τὸ στρέψασκε.

[*](B=)

300. ὧδέ σφʼ ἐγκέφαλος] ἀντὶ τοῦ αὐτῶν, ὡς “ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ δεισάντων” (Od. 9. 256).

[*](B=)

302. οὐδʼ ἄρα πώ σφιν] κεφαλαιωδῶς τὴν τῶν μελλόντων προ- απήγγειλεν ἐπίδειξιν “αὐτῶν καὶ τεκέων· ἄλοχοι δʼ ἄλλοισι δαμεῖεν·” διὰ δὲ τοῦ “πώ” ἐλπίδα πάλιν ὑπολείπεται τῷ φιλέλληνι.

[*](B=)

305. εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν] ἐπεὶ σῴζειν μέλλει Ἀλέξ- ανδρον, πιθανῶς ὑπεξάγει τὸν πατέρα, Ἕκτορα δὲ αὐτόπτην ἐᾷ ἐπὶ [*](3. νικήσει ‖ 6. παρακαθημένοις: corr. W ‖ τὰς ἐκτίσεις Eunt., τὰ πρόσ- τιμα B: τὰς ἡμίσεις ‖ 14. τρίτον scil. εἰ ‖ ὅτι om. et 15. τὸ εἰ coni. Friedl. ‖ 16. ἐμοί ὡς scripsi: ὁμοίως, cum praecedentibus coniunetum ‖ 22. τὴν ‖ 26. τὸ ει ἀπὸ)

115
τῷ τὸν οἶκτον αὔξειν. καὶ παρὼν ἔδωκεν ἂν τὴν Ἑλένην ὡς τοὺς ὅρκους ἐμπιστευθείς.

306. ἐπεὶ οὔπω τλήσομαι] εἰ καὶ πᾶσι γὰρ ὡς κὴρ ἀπέχθεται, [*](B=) ἀλλʼ ὁ πατὴρ τὸ φυσικὸν οὐ δύναται μὴ σῴζειν.

308. Ζεὺς μέν που] ἴσως ὁ “μέν που᾿ ἀντὶ τοῦ μέντοι, ὅς ἐστιν [*](B=) ἀντὶ τοῦ δέ· ἐγῶ μὲν ἄπειμι, Ζεὺς δὲ τὸ τέλος οἶδε καὶ τὴν τύχην. οὐκ ἀποκόπτει δὲ τοῦ υἱοῦ 〈τὴν ἐλπίδα〉.

310. καὶ ἐς δίφρον ἄρνας] τὰ γὰρ θεοῖς θυόμενα ἤσθιον· ἡγοῦντο [*](A=) γὰρ ὥσπερ συσσιτεῖσθαι τοῖς θεοῖς.

ἄρνας θέτο] τὰ γὰρ ἐν ὅρκοις σφαζόμενα οἱ μὲν ἐγχώριοι ἔκρυπτον [*](AB=) γῇ, οἱ δὲ ξένοι θαλάσσῃ. ἢ δείξων ἀποφέρει τοῖς ἐν ἄστει, πιστωσό- μενος κἀκείνοις, ἢ ὡς ἀγνοοῦντας διδάξων.

314. Πριάμοιο πάις καὶ δῖος Ὀδυσσεὺς χῶρον—διεμέτρεον] ὑπη- [*](B=) ρετικὸν γὰρ τοῦτο· τὸ δὲ τῶν σπονδῶν βασιλικόν.

315. χῶρον μὲν πρῶτον] καὶ πῶς ἐπὶ Ἕκτορος, ὅτε Αἴαντι μονο- [*](B=) μαχεῖ (Il. 7. 235), μὴ διαμετρεῖται ὁ τόπος; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆς ἀλλήλων σφαγῆς διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆς κοινῆς ἐλπίδος ἐστὶν ὁ πόλεμος· διότι οἵ τε ὅρκοι καὶ ἡ γύμνωσις τῶν στρατῶν, μή ποτέ τις ἔνοπλος ὢν προσαμύνῃ τῷ στρατηγῷ. ἥ τε διαμέτρησις καρτερικωτέρους ἐργάζεται τοὺς πολεμοῦντας. ἄλλως τε δεδίασι, μὴ τοξότης ὢν Ἀλέξανδρος δραπετεύσῃ τὴν συμβολὴν καὶ τὴν τοξείαν ἀντεπεισάξῃ τῷ Μενελάῳ. σκόπει γὰρ ὅτι καὶ ἀφανισθέντος αὐτοῦ, Μενελάου δὲ τοξευθέντος οὐκ ἴσασι μὴ καὶ αὐτὸς ᾖ ὁ τοῦτο δράσας· φησὶ γὰρ Ἀγαμέμνων “ ὅν τις ὀιστεύσας ἔβαλεν, τόξων εὖ εἰδώς, Τρώων ἢ Λυκίων” (Il. 4. 196).

316. χαλκήρεϊ] ἡ διὰ τοῦ ηρης παραγωγὴ βαρύνεται, εἰ μὴ τοῦ [*](A + B=) ἄρω ἐγκειμένου διὰ τοῦ α γίνεται ἡ παραγωγή, ὡς τὸ “ἔχει δʼ ἄλοχον θυμαρέα” (Il. 9. 336).

318. λαοὶ δʼ ἠρήσαντο] ἐὰν εἰς τὸ “ἠρήσαντο” στίξωμεν, φησὶν ὁ [*](A= B+) Νικάνωρ, ὡς ἑτέροις ἔσονται θεοῖς ἀνατείνοντες τὰς χεῖρας· διὸ στίζει εἰς τὸ “θεοῖσι·” καὶ τὸ “ἰδέ” ἀντὶ τοῦ καί.

321. ὁππότερος τάδε ἔργα] “ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετο κηρὶ μελαίνῃ” (454).

323. ἡμῖν δʼ αὖ φιλότητα] ἢ φιλότης γενέσθω, ὡς καὶ παρὰ [*](6. post οἶδε omisi τὴν οἰωνὸν ut B ‖ 9. συσσιτίσθαι ‖ 24. εἴη ‖ 25. τόξον ‖ 27. ἀρῶ ‖ γίνεται B: γένοιτο ‖ 31. ἰδέ A: δέ ‖ 32. σφίσιν)

116
Θεοκρίτῳ (10. 48) “σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον” ἀντὶ τοῦ ἀλοιῶντες φευγέτωσαν.

[*](B=)

324. πάλλεν δὲ μέγας] πανταχόθεν ἀπροφασίστους καθίστησι τοὺς Τρῶας.

[*](B =)

325. ἂψ ὁρόων· Πάριος δὲ θοῶς] τούτῳ μὲν τὰ ἀπὸ τῆς τύχης, ὅτι καὶ τοῖς ἥσσοσι προσγίνεται ἡ τύχη, τῷ δὲ τὰ ἀπʼ ἀρετῆς περιποιεῖ. δηλοῖ δὲ διὰ τούτων, ὡς κενὰ τὰ τῆς τύχης πρὸς τοὺς ἀνεπιτηδείους.

[*](A + B=)

326. ἧχι ἑκάστῳ] μόνως κατὰ γενικὴν τὸ “ἑκάστου.”

[*](B-)

327. ἵπποι ἀερσίποδες] τὸ “ἔκειντο” οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων, ἀλλὰ προσυπακούομεν τὸ ἑστήκεσαν, ὡς ἐπὶ τοῦ “ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήια, ποῦ δέ οἱ ἵπποι” (Il. 10. 407); “ἐλεύσσομεν ἐγγὺς ἐόντων καπνόν 〈τʼ〉 αὐτῶν τε φθογγήν” (Od. 9. 166)· ἢ ὡς ἰσοδυναμοῦν τῷ ἔστασαν. ἐφίστασθαι γοῦν τὴν στήλην φαμὲν ἀντὶ τοῦ ἐπικεῖσθαι. ἢ καὶ ἐπὶ ἀργῶν ἵππων τὸ “ἔκειντο.”

[*](A +)

ἵπποι—καὶ τεύχεʼ ἔκειντο] “ἀερσίποδες” παρὰ τὸ ἀείρω ἀέρω ἀέρσω ὡς κέρσω.

[*](B=)