Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
259. ῥίγησεν δʼ ὁ γέρων] φυσικὴ γὰρ ἡ φιλοπαιδία. ὁ δὲ Ἕκτωρ “ἐχάρη μέγα μῦθον ἀκούσας.”
[*](12. πρόσωπον ἔδει ‖ 17. μεταξύ ‖ 28. Λαομέδοντος ‖ 33. Ἑλληνίδα B)261. ἂν δʼ ἄῤ ἔβη Πρίαμος] προοικονομεῖ τὴν ἐν τῇ Ω ἡνιοχείαν. [*](B=) ἄγει δὲ τὸν Ἀντήνορα ὡς συνετὸν καὶ πρόξενον Ἑλλήνων.
262. βήσετο δίφρον] ὁ μὲν Ἀρίσταρχος ἄμεινόν φησι τὸ “βήσετο,” [*](A=) οὐ μεταποιεῖ δὲ τὴν γραφήν.
267. ὤρνυτο δʼ αὐτίκʼ ἔπειτα] “ἔπειτα” ἀντὶ τοῦ δή.
269. ὅρκια πιστὰ—σύναγον] λείπει τῶν Τρώων καὶ τῶν Ἑλλήνων.
270. ἐπὶ χεῖρας ἔχευαν] διὰ τοῦ ο τὸ “ἔχευον,” καὶ ἔστιν ἀνα- [*](A B=) λογοῦν τῷ “μίσγον.”
271. Ἀτρείδης δὲ ἐρυσσάμενος] ἀξιόχρεως αὐτουργῶν ὁ βασιλεύς. [*](B-) ἢ ὡς ἀγνοούντων τῶν Τρώων· Μενέλαος γοῦν αὐτοὺς διδάσκει (103).
272. ἄωρτο] Ἡρωδιανὸς ἄρω κατὰ πλεονασμὸν τοῦ ω.
[*](A+)273. ἀρνῶν ἐκ κεφαλέων] τινὲς “ἀρνέων,” ἵν᾿ ᾖ ὡς “ἱππείων [*](A+B=) ὁπλέων” (Il. 11. 536). §. σημειωτέον δὲ ὅτι τῶν ἐναγιζομένων οὐκ [*](B=) ἐπιβάλλουσι τὰς τρίχας πυρί, ὡς οὐδὲ τοῦ κάπρου (Il. 19. 253).
274. νεῖμον ἀρίστοις] τοῦ οἴνου, ἢ τῶν τριχῶν ἅψασθαι.
276. Ζεῦ πάτερ Ἴδηθεν μεδέων] καθʼ ἑκάστην προσαγόρευσιν [*](A + B=) διασταλτέον.
Ἴδηθεν μεδέων] ἀντὶ τοῦ ἐξ Ἴδης ἐποπτεύων. §. τὸ〈ν〉 ἐπιχώριον [*](B=) καλεῖ, ἐκπολεμῶν αὐτὸν αὐτοῖς, εἰ παραβαῖεν τοὺς ὅρκους.
[*](B.)277. ἠέλιός τε] Ἀττικῶς· “ἀλλά, φίλος, θάνε καὶ σύ” (Il. 21. 106).
[*](A +)278. καὶ οἳ ὑπένερθε] ἐκφοβῶν τοὺς Τρ⌈ῶ⌋ας οὐρανίους ἐπιγείους [*](B=) ὑπογείους καλεῖ θεούς· δεισιδαιμονεῖν δὲ διδάσκει, μηδὲ μετὰ θάνατον ἀπαλλάσσεσθαι τοὺς ἁμαρτάνοντας λέγων. §. “ὑπένερθε” δὲ θεοὺς [*](B=) λέγει Πλούτωνα καὶ Περσεφόνην.
279. ὅτις ἐπίορκον ὀμόσσῃ] τελεία εἰς τὸ “ὀμόσ〈σ〉ῃ.”
280. μάρτυροι ἔστε] βαρυντέον τὸ “ἔστε” καὶ προστακτικῶς [*](A+B=) ἐκδεκτέον.
φυλάσσετε δʼ ὅρκια πιστά] ἀντὶ τοῦ πιστώσατε τὰ ἐπὶ πίστει [*](B=) γινόμενα.
281. Ἀλέξανδρος καταπέφνῃ] ἀνεμεσήτως προέταξε τὴν τοῦ [*](B=) ἀδελφοῦ ἧτταν.
εἰ μέν κεν Μενέλαον] ὅλῃ τῇ παραβάσει τῶν συνθηκῶν ἀπολογίαν [*](B=) δίδωσι προσθεὶς τὸ “κτείνῃ ξανθὸς Μενέλαος·” δικαίαν γὰρ ἀπο- λογίαν παρέχει Τρωσὶ δυναμένοις λέγειν, ὅτι οὐκ ἐγένετο τὸ ὁρισθὲν [*](11. ἄρω A: αἴρω ‖ 22. δεισιδαιμονεῖν B; δεισιδαίμονα 25. ὅστις ‖ 28. πιστώσητε ‖ 30. κατέπεφνε ‖ 33. ξανθὸν Μενέλαον)
286. τιμὴν δʼ Ἀργείοις] ἔθος τοῖς προκαθημένοις τὰς ἐκτίσεις αἰτεῖν· ὁ οὖν Μενέλαος σπεύδων ἀπολαβεῖν τὸ γύναιον οὐδὲν περὶ τούτων φησίν, ὃ δὲ μεγαλοφυῶς τὸ ἐπιζήμιον ὁρίζει. ἐπειδὴ δὲ οὐδεὶς ἐμνήσθη τοῦ κεφαλαίου, ἐπιμένει τῷ λόγῳ.
[*](B=)τιμὴν δʼ Ἀργείοις] οὐ δίκαιον γὰρ τοὺς προκατάρξαντας ἐπίσης ἀπαλλάττεσθαι.
287. ἥ τε καὶ ἐσσομένοισιν] καὶ τοῦτο πρὸς εὔκλειαν τοῦ κατορ- θώματος.
288. εἰ δʼ ἂν ἐμοὶ τιμήν] τρίτον ἐν τῇ προσωποποιίᾳ. §. ὅτι ὑπο- στιγμὴν ἐποίησε τὸ 〈εἰ〉 δέ.
ἐμοί] ὡς τῷ μὲν ἀδελφῷ τῆς Ἑλένης, αὐτῷ δὲ τῆς ποινῆς ὀφειλομένης.
[*](B=)290. καὶ ἔπειτα μαχήσομαι] οἶδε γὰρ εὔνους τοὺς θεούς, εἰ παρα- βαῖεν· ἁπλοϊκὸν δὲ τὸ ἦθος τῶν ἡρώων, εἴ γε οὐ μεσεγγυᾶται ἡ Ἑλένη.
[*](A +)