Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
328. ἐδύσατο τεύχεα καλά] ὡς ἰδίᾳ μέλλοντες κινδυνεύειν ἀσφα- λέστερον ὁπλίζονται· ἢ ὡς μέλλοντες κάμνειν προανεκτήσαντο αὑτοὺς τῇ τῶν ὅπλων ἀνέσει.
[*](B=)329. Ἑλένης πόσις ἠυκόμοιο] κοσμεῖ αὐτὸν τῷ γάμῳ ὡς “πόσις Ἥρης” (Il. 10. 5). πρῶτος δὲ λαχὼν πρῶτος ὁπλίζεται.
[*](B+)330. κνημῖδας μὲν πρῶτα 〈—ἐπισφυρίοισι〉] ὁπλισμὸν διδάσκει· ἐπισφύρια δέ εἰσι γλυμμοὶ τῶν σφυρῶν.
[*](B=)333. κασιγνήτοιο Λυκάονος] κωμῳδεῖται ὡς οὐκ εἰδὼς τὸ συ- στάδην, ἄλλως τε καὶ δειλὸς Λυκάων, ὃς ἔρριψε τὴν παντευχίαν οὐ φέρων τὸν ίδρῶτα (Il. 21. 50).
[*](B=)ἥρμοσε δʼ αὐτῷ] τοῖς γὰρ ὁμογενέσι καὶ ὁμοτρόποις ὅμοιαι τῶν σωμάτων αἱ κατασκευαί.
[*](AB =)334. ἀργυρόηλον χάλκεον] βραχὺ διασταλτέον εἰς τὸ “χάλκεον.” ἔστι δὲ κοινὸν καὶ τοῖς ἑξῆς.
[*](AB=)335. αὐτὰρ ἔπειτα σάκος] ἀπὸ κοινοῦ τὸ “ὤμοισιν βάλετο” ἀναγκαίως διὰ τοὺς τελαμῶνας.
[*](1. οἱ τὸ ἀλύοντες φ. μεταμβρινὸν ὕπνον, cf. codd. Theocriti ‖ 2. ἀλύοντες ‖ 6. προσγίνεται B: προτείνεται ‖ 9. κατὰ γένος ‖ 14. τὸ ἕστ. ‖ 16. τεύχεα ‖ 18. ἐδήσατο ‖ 19. αὐτούς 24. οἱ γλ. ‖ 30. εἰς τὸ B: ἐπὶ τοῦ ‖ 31. τοῖς B: τοῦ)336. κυνέην—ἔθηκεν] Ἀττικῶς ἀντὶ τοῦ περιέθηκεν, ὡς “τιθή. [*](B-) μενον ἔντεα καλά” (Il. 10. 34)· “καὶ αὐτὸς ὑπὲρ τοῦ δήμου θέμενος τὰ ὅπλα,” ὅ ἐστι περιθέμενος, ἐν τῷ κατὰ Μειδίου (§ 145).
337. δεινὸν δὲ λόφος] πολλὴν ἔμφασιν ἔχει νεύων ὁ λόφος.
[*](B=)340. οἳ δʼ ἐπεὶ οὖν ἑκάτερθεν] ἐξ ἑκατέρου ὁμίλου.
342. δεινὸν δερκόμενοι] ζῆλος αὐτοὺς ἐρεθίζει.
θάμβος δʼ ἔχεν εἰσορόωντας] ἐκ παντὸς τόπου καὶ προσώπου τὴν [*](B=) ἔμφασιν κινεῖ. τὸ δὲ ἄδηλον καραδοκοῦντες ἐκπλήσσονται· “ξυνός” γὰρ Ἐνυάλιος” (Il. 18. 309).
346. δολιχόσκιον] οἳ μὲν παρὰ τὸ κίειν ἐν πλεονασμῷ, οἳ δὲ παρὰ [*](AB=) τὴν σκιάν· οὐκ ἔχει δὲ παρρησίαν Ἀλέξανδρος εὐχῆς ἄδικος ὤν.
348. οὐδʼ ἔρρηξεν χαλκόν] οὕτως Ἀρίσταρχος· ἄμεινον δὲ διὰ τοῦ σ [*](AB=) γράφειν· καὶ γὰρ ὕστερόν φησιν “ δὲ δεύτερος ὤρνυτο χαλκῷ” ἀντὶ τοῦ τῷ δόρατι. καὶ τὸ μὲν τῆς τύχης ἔτυχε, τὸ δὲ τῆς ἰσχύος ἀπώλεσεν.
350. ἐπευξάμενος] Ἑλληνικὸν τὸ μὴ πᾶν ἐπιτρέπειν τῇ ῥώμῃ. [*](B -) καὶ γὰρ μὴ βουλομένου θεοῦ ὁ πολλῶν κρατήσας ἑνὸς ἡττᾶται μόνου πολλάκις.
352. δῖον Ἀλέξανδρον] τινὲς τὸ “δον” τῷ “ἐμέ” συνάπτουσιν. ἢ [*](B=) ἐρεθίσαι κατʼ αὐτοῦ βούλεται τὸν θεὸν ὡς αἰσχύναντος τὸ ἀπὸ Δαρδάνου γένος.
*δάμασσον] γράφεται “δαμῆναι,” ἵνα συνᾴδῃ τῷ “δὸς τίσασθαι.”
[*](A +)353. ἐρρίγῃσι] ἀπὸ τοῦ ῥιγῶ ῥιγεῖς ὁ μέσος παρακείμενος [*](A+) ἔρριγα, ὃς μεταπλάττεται εἰς ἐνεστῶτα ἐρ〈ρ〉ίγω, ὡς δέδοικα δεδοίκω.
354. ξεινοδόκον] διὰ τοῦ κ ὡς πανδοκεῖον. ὁ δεχόμενος δὲ [*](A + B=) ἐνεργεῖ, οὐ πάσχει· διὸ παροξύνεται.
φιλότητα παράσχῃ] μόνως ὅτι γράφεται· φιλότητα δὲ ξενίαν· [*](A-) καὶ “ἐν μεγάροις ἐφίλησα” (207).
355. ἀμπεπαλών] ἀνακραδήνας ἀπὸ τοῦ πάλλω, ὡς τεταγών.
358. ἠρήρειστο] τὸ βίαιον τῆς πληγῆς δηλοῦται τῷ τραχεῖ τοῦ [*](B=) ῥήματος.
362. κόρυθος φάλον· 〈ἀμφὶ δʼ ἄῤ αὐτῷ〉] αἱ χαριέστεραι καὶ [*](A +) πλείονες θηλυκῶς ἔχουσιν, ἵνʼ ᾖ “ἀμφὶ δʼ ἄῤ αὐτῇ” τῇ κόρυθι· ἐὰν δὲ ᾖ ἀρσενικόν, ἐπὶ τοῦ λόφου κεῖται.
363. 〈διατρυφέν〉] 〈τὰ〉 ὑπερβάλλουσαν ἀκμὴν ἔχοντα εὔθρυπτα. [*](B=) [*](10. ἐν πλεονασμῷ A: ἔμπλεων ‖ 11. σκιάν :— ‖ 19. αἰσχύναντα ‖ 21. τὸ δὸς ‖ 22. ἐρριγήσῃ ‖ 25. σὐ πάσχει B: τοῦ πάσχειν ‖ 26. ? ‖ 33. κινεῖται ‖ 34. διατρυφθέν textus ‖ τὰ ὑ. ἀλκὴν B)