Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
224. οὐ τότε γʼ ὧδ᾿ Ὀδυσῆος ἀγα〈σ〉σάμεθα] οὐχʼ ὣς ἐπὶ τῇ [*](A + B=) μορφῇ τότε ἐθαυμάσαμεν, ὥσπερ τὸν λόγον.
225. τὸ τρίτον αὖτʼ Αἴαντα] μετὰ φρόνησιν ἡ ἀνδρεία.
[*](B +)226. ἠύς τε] προσηνὴς τὴν ὄψιν.
227. ἔξοχος—κεφαλὴν ἀδʼ εὐρέας ὤμους] διὰ μὲν τῆς κεφαλῆς τὸ μῆκος, διὰ δὲ τῶν ὤμων τὸ πλάτος.
229. ἕρκος Ἀχαιῶν] ἐπὶ δὲ Ἀχιλλέως “μέγα ἕρκος” φησίν (Il. [*](B +) 1. 283).
230. θεὸς ὥς] κάλλει. τὸ δὲ “Κρήτεσσι” προσέθηκεν, ὅπως [*](B=) δειχθῇ μὴ δελεασθεῖσα. ἢ τοῖς τρόποις, εἰδυῖα τῇ συνεχεῖ ξενίᾳ.
232. *ξείνισσεν] ὡς συγγενῆ.
235. *ἐὺ γνοίην] ἀντὶ τοῦ γινώσκω.
[*](B=)236. οὐ δύναμαι ἰδέειν] ὡς ἐκπετάσασα πάντη τὴν θέαν. πῶς [*](B=) οὐκ ἐρωτηθεῖσα προβάλλεται τὰ περὶ τῶν ἀδελφῶν; δῆλον οὖν ὅτι προοικονομεῖ ὁ ποιητής, βουλόμενος εἰπεῖν τὴν ἀφάνειαν αὐτῶν. ἠγνόει δὲ τὰ περὶ αὐτῶν, ἴσως μὴ συγχωρουμένη συντυγχάνειν τοῖς [*](14. suppl. Friedlaender ‖ 18. ante τὸ λ. 3 litt. erasae, videtur διὰ ‖ 20. ἔτι τὴν μορφὴν)
238. αὐτοκασιγνήτω, τώ μοι μία] τοῦτο καὶ τοῖς πρώτοις δύναται συνάπτεσθαι.
[*](B=)αὐτοκασιγνήτω] ἀλλήλων ἀδελφοὺς ὁμομητρίους· καὶ τοὺς ὁμο- πατρίους δὲ οὕτω καλεῖ, ὡς Αἴαντα καὶ Τεῦκρον.
[*](AB=)239. ἢ οὐχ ἑσπέσθην—ἢ δεῦρο μὲν ἕποντο] ὁ Νικάνωρ ἄμφω ὀξύνει ὡς διαζευ〈κ〉τικούς, Ἡρωδιανὸς 〈δὲ〉 τὸν δεύτερον περισπᾷ, ὡς διαπορητικοὺς ἄμφω δεχόμενος.
[*](B=)240. ἢ δεῦρο 〈—νέεσσʼ ἐνὶ ποντοπόροισιν〉] οὐκ ἔστιν Ἀττικὸν τὸ δεύρω· οὔποτε γὰρ μακρᾶς προκειμένης τὴν τοιαύτην ἔκτασιν [*](A+) ποιοῦνται. §. τὴν δὲ πρόθεσιν ἔδει μὲν ἀναστρέφεσθαι καὶ τῷ κυριω- τέρῳ συντάττεσθαι· ὅμως ἀδιαφόρως συντέτακται.
[*](B-)242. αἴσχεα δειδιότες] στυγοῦντες, ὡς “ῥιγεδανῆς Ἑλένης” (Il. 325) τῆς στυγητῆς.
[*](A- B =)καὶ ὀνείδεα] εἰς τὸ “ὀνείδεα” στικτέον, ἐπειδὴ τὸ “πολʼ ἅ” συνα- λ〈ε〉ιφόμενον οὐ δέχεται στιγμὴν ἐν μεταξύτητι.
[*](B=)πόλλʼ ἅ μοι ἐστίν] ἀντὶ τοῦ διʼ ἐμέ ἐστιν. ἑαυτῆς δὲ κατη- γοροῦσα ἔλεον ἐπισπᾶται.
[*](AB=)245. κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν] ἐδύνατο τὸ “θεῶν” καὶ τοῖς πρώτοις συντάσσεσθαι, εἰ μὴ ὅτι ἐν τοῖς ἑξῆς φησιν “ὅρκια πιστὰ θεῶν σύναγον” (269).
[*](B -)246. καὶ οἶνον ἐύφρονα] παρὰ γὰρ τὴν ὄνησιν ἐτυμολογοῦσιν· καὶ “αὐτὸς ὀνήσεαι, αἱ κε πίῃσθα (Il. 6. 260).
248. κύπελλα] χύπηλά τινα ὄντα, ἔνθα ὁ πηλὸς χεῖται.
[*](A- B=)250. ὄρσεο, Λαομεδοντιάδη] μετὰ τὴν προσαγορευτικὴν ἡ στιγμή· τὸ δὲ “ὄρσεο” ἀπὸ τοῦ ὄρσω ἐνεστῶτός ἐστιν.
[*](A+)Λαομεδοντιάδη] Πρίαμος μητρός ἐστι Ζευξίππης.
252. ἐς πεδίον καταβῆναι] ἠνεμόεσσα γὰρ ἡ πόλις.
[*](B -)254. μακρῇς ἐγχείῃσι] τοῦτο εἰς ἀγωνίαν ἄγει τὸν γέροντα.
[*](B=)258. Ἄργος ἐς ἱππόβοτον] Ἀργος καὶ τὴν πόλιν καὶ τὴν Πελοπόννησον καὶ τὴν Θεσσαλίαν καλεῖ. ἄμεινον δὲ᾿ Ἄργος ἱππόβοτον τὴν Θεσσαλίαν λέγειν, Ἀχαιίδα δὲ πᾶσαν τὴν Ἑλλήνων.
[*](B=)