Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

21. * ἐνόησεν] καθεστὼς γὰρ καὶ ζητῶν 〈ἦν〉 τὸν ἀδικήσαντα, ὃ δὲ ἀλαζονείᾳ ἐπτοημένος.

[*](B -)

23. μεγάλῳ ἐπὶ σώματι κύρσας] σῶμα μὲν Ὅμηρος ἐπὶ νεκροῦ, οἱ δὲ ἄλλοι καὶ ἐπὶ ζώντων· ἢ ὃ αὐ⌈τὸς⌋ νεκρὸν εἰργάσατο, ἢ τὸ τοξευθέν, ὡς τὸ “θῶες μέν τε διέτρεσαν” (Il. 11. 481)· ἢ τῷ “πεινάων” λύεται.

[*](A + B=)

24. εὑρὼν ἢ ἔλαφον] ὃ μὲν ἐλάφῳ καὶ τεθνεῶτι, ὃ δὲ λέοντι καὶ πεινῶντι παρείκασται· μέγα δὲ πρὸς θάρσος καὶ δειλίας ὄνειδος.

κεραόν] τέλειον· τὰ νέα γὰρ ἀμβλυκέρατά φασιν.

[*](B=)

ἄγριον αἶγα] κατωφερὴς ὁ τράγος καὶ κερασφόρος· τοξότης δὲ καὶ ὁ Πάρις.

[*](A B=)

25. πεινάων] δύναται ἐπὶ τοῦ πεινάων καὶ στιγμὴ καὶ ὑποστιγμὴ εἶναι· οὐ γὰρ συναπτέον τοῖς ἑξῆς. χαλεπὸς δέ ἐστι πεινῶν, ὅσον ἥμερος βεβρωκώς· τῶν γὰρ ἄλλων ἐστὶ θερμότερος.

[*](AB =)

εἴπερ ἂν αὐτὸν σεύωνται] ὥσπερ οὖν λέοντα παροξύνει λιμὸς εἰς ἀπερίσκεπτον κίνδυνον, οὕτω καὶ νέον ἄνδρα πολεμίου ζῆλος εἰς ἀνεκλόγιστον ἀγῶνα προτρέπεται.

[*](B=)

28. φάτο γάρ] πρώην γὰρ ἀναπολῶν αὐτὸν τῇ διανοίᾳ νῦν τὴν θέαν πρὸς ἐρεθισμὸν ἐδέξατο.

[*](B=)

29. ἐξ ὀχέων] ἀπὸ τοῦ ὄχος· ὅθεν καὶ τὸ “ἐς δʼ ὄχεα—ποσὶ βήσετο” (Il. 5. 745).

[*](B =)

31. ἐν προμάχοισι φανέντα] “ φανέντα,” οὐ μαχόμενον. §. διὰ δὲ τοῦ “ἐξ ὀχέων” ἐν σχήματι πέφρακεν, ὡς ἱππεὺς ἦν ὁ Μενέλαος.

*κατεπλήγη] ἔδει διὰ τοῦ α.

[*](4. δύω δοῦρε ‖ ἀποτύχῃ ‖ 8. Ἑλλήνων :— ‖ 10. Δόλωνος W ex B : Ἔκτορος ‖ 12. καθὲς ‖ supplevi ex B ‖ 19. δ. ὄν. B; δειλίαν συνειδός)
99

32. *ἑτάρων] εἶχε γὰρ ἴσως Ἀντιμαχείους φίλους ( Il. 11. 123).

33. ὡς δʼ ὅτε τίς τε δράκοντα ἰδών] ἀνωτέρω περὶ τοῦ λέοντος [*](AB=) ἐξειργάσατο, οὐ τοῦ ἐλάφου· τοῦ δρῶντος γὰρ ἦν ἡ εἰκών. καὶ τὰ μὲν ἄλλα τῶν ζῴων καὶ πόρρωθεν ὁρᾶται ἢ μεγέθει ἢ φωνῇ, ὄφις δὲ ἐγγὺς γεγονότι παραδόξως ὁρᾶται· ὃ συνέβη Ἀλεξάνδρῳ.

34. ὑπό τε τρόμος ἔλαβε γυῖα] “γυῖα” πάντα τὰ μέλη· “ἀπὸ [*](B=) πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων” (Il. 24. 514).

35. ἄψ] συνωνύμως τῷ “παλίνορσος.”

ὦχρός τε μιν] ὡς μῶμος· ἄχροος, ἄοχρος, ὦχρος.

[*](A + B=)

εἷλε παρειά] Ἀρίσταρχος οὐδετέρως, ἔν τισι δὲ θηλυκῶς. ὁ δὲ [*](A + B-) Σιδώνιος διὰ τοῦ η διὰ τὸ παρήιον· τὸ δὲ “παρειά” ὡς ἀγαθά· τὰ γὰρ ἀπὸ τῶν τοιούτων θηλυκῶν Ἰωνικῶς μεταποιούμενα εἰς οὐδέτερον γένος φυλάσσει τὸν αὐτὸν τόνον, πλευραί πλευρά.

36. καθʼ ὅμιλον ἔδυ] τὸ ἑξῆς κατέδυ, ἀπὸ μεταφορᾶς τῶν εἰς τοὺς φωλεοὺς καταδυομένων ἑρπετῶν.

ἀγερώχων] λίαν γέρας ἐχόντων, ὅ ἐστι μεγαλοφρόνων.

[*](A + B=)

37. δείσας Ἀτρέος υἱόν] διὰ τοῦ ὀνόματος τοῦ πατρὸς τὸν φόβον [*](B=) ἐδήλωσεν.

38. *αἰσχροῖς] αἶσχος ἐπάγουσιν.

39. Δύσπαρι] ἠθικῶς τὸ τῆς παρονομασίας προσέρριψε δυσχε- [*](A ~ B=) ραίνων τῷ ὀνόματι, ὡς καὶ Κακοΐλιόν που φησὶν ἡ Πηνελόπη (Od. 23. 19).

εἶδος ἄριστε] ἐφʼ ᾧ μεγαλύνεται, τούτῳ αὐτὸν διασύρει. ὄνειδος [*](B-) δέ ἐστιν οὐχʼ ὁμοιούμενον ψυχῇ, ὡς τὸ “Ἕκτορ εἶδος ἄριστε” (Il. 17. 142)· καὶ “εἶδος ἀγητός (Il. 24. 376)· “σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος” (Hes. Opp. 714).

40. ἄγονός τʼ ἔμεναι] ὁ “τέ” ἀντὶ τοῦ διαζευκτικοῦ η, ὡς καὶ ὁ καί, [*](B=) οἷον “πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν” (Il. 15. 634)· ἢ τῷ θυμῷ ἐπὶ τὸ ἀδύνατον τῆς κατάρας ἐκπίπτει.

41. καί κε τὸ βουλοίμην] ἐβουλόμην ἂνʼ τοῦτο. “φέρτερον” δὲ [*](B=) κρεῖττον, σοὶ δηλονότι.

42. ἢ οὕτω λώβην τʼ ἔμεναι] ἢ οὕτως ἐπὶ πάντων ὁρώντων τὴν ἀπὸ [*](B-) τῆς φυγῆς αἰσχύνην κερδαίνειν· δεῖ δὲ εἰς τὸ “λώβην 〈τʼ ἔμεναι〉” στίξαι καὶ τὸ λοιπὸν συνάψαι ἕως τοῦ “ἄλλων.”

ὑπόψιον ἄλλων] ἢ ὑφορώμενον τοὺς ἄλλους, μὴ ἃ δέδρακας πείσῃ, [*](B=) [*](8. τῷ B: τὸ ‖ 9. ὧμος A pro μῶμος ‖ 20. παρωνομασίας ‖ 32. ὅτι post ἣ alt. omisi)

100
ἢ ὃν διὰ μῖσος ὑπόδρα ὁρᾷ τὸ πλῆθος. βαρύτερον δὲ φόβου ἐχθρῶν ἡγεῖται τὸ τῶν πολιτῶν μῖσος. §. Ἀριστοφάνης δὲ “ἐπόψιον” γράφει, ἵνʼ ᾖ, ἐπὶ πάντων ὁρώντων κερδᾶναι τὴν ἀπὸ τῆς φυγῆς αἰσχύνην.

[*](B=)

ἦ που καγχαλόωσι] ἐκ προοιμίου τὸ φιλότιμον δείκνυσιν Ἕκτορος καὶ τῆς παρὰ τοῖς πολλοῖς πεφροντικὸς δόξης· “αἰδέομαι Τρῶας” (Il. 6. 442)· “πατρός γʼ ὅδε πολλὸν ἀμείνων (ib. 479)· “ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ” (Il. 7. 90).

[*](B=)

43. ἦ που καγχαλόωσι] τὸ ἑξῆς· ἡ που καγχαλόωσιν, οὕνεκα κα- λὸν εἶδος ἔπʼ, ἀλλʼ οὐκ ἔστι βίη φρεσίν. τὸ δὲ “φάντες ἀριστῆα” διὰ μέσου· καίτοι γε, φησίν, ἀριστέα σε ὑπονοήσαντες εἶναι ἐκ τῆς καθοπλίσεως καὶ τοῦ προηγεῖσθαι τῆς παρατάξεως.

[*](AB=)

44. φάντες ἀριστῆα] πότε ὑπέλαβον αὐτὸν ἄριστον εἶναι; δῆλον ὅτι ὁπότε πάλλων τὰ δόρατα “Ἀργείων προκαλίζετο πάνταςἀρίστους” (19).

[*](A- B=)

οὕνεκα καλὸν εἶδος ἔπʼ] μετὰ τὸ “εἶδος ἔκ᾿” ἐὰν στίξῃς, τὸ ἑξῆς ὡς ἀπὸ τοῦ Ἕκτορος δώσεις· ἐὰν δὲ ὑποστίξῃς, ὃ καὶ ἄμεινον, ἀπὸ κοινοῦ τὸ “φάντες,” ὅτι καλὸς μέν ἐστι, γύννις δέ.

[*](A B=)