Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

485. ὑμεῖς γὰρ θεαί ἐστε] ὡς ἐπὶ ἐργώδη καὶ θαυμασίαν περι- [*](AB=) πέτειαν τὰς Μούσας παρακαλεῖ, ὡς τὸν ἀκροατὴν διὰ τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστερον λεγομένοις· εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν.

ὑμεῖς γὰρ θεαί ἐστε] ὁ νοῦς· ὑμεῖς γὰρ θεαί ἐστε καὶ ἀεὶ ἐνυπάρ- χετε τοῖς ζῶσι καὶ ἐπίστασθε πάντα ἀκριβῆ· ἡμεῖς δὲ μόνα τὰ ἐν τῷ βίῳ εὐκλεῆ ἀκούομεν.

486. οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες] εἴ φησιν ἀγνοεῖν τοὺς ἡγε [*](AB=) μόνας, πῶς ὑποκατιών φησιν ἀρχοὺς αὖ νηῶν ἐρέω (493), στικτέον οὖν εἰς τὸ “ἴδμεν” καὶ τὸν λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδʼ ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μέν, χρῄζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν· ἔσπετε νῦν μοι Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γὰρ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγῶ μυθήσομαι, εἰ μὴ αὐταὶ αἱ Μοῦσαι διʼ ἑαυτῶν εἴποιεν· τὸ δὲ “ὑμεῖς γὰρ θεαί ἐστε” ἐμεσοβόλησε τοῦ “ἔσπετε νῦν μοι Μοῦσαι, οἵτινες ἡγεμόνες,” ὅσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον.

488. πληθὺν δʼ οὐκἂν ἐγὼ μυθήσομαι] καίτοιλέγει καὶ περὶ τοῦ πλή- [*](B-) θους· διʼ ὧν γὰρ τὰς μὲν Φιλοκτήτου φησὶν ἐκ ν΄ εἶναι ἐρετῶν (719)— “ἑπτὰ νεῶν, ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα” —τὰς δὲ τῶν Βοιωτῶν ρκ΄, δηλονότι ὡς ἐμφῆναι βουλόμενος τὸ πλῆθος, ὡς ὀφειλόντων ἡμῶν [*](9. schol. partim inter lineas partim in marg. ext. postea add. pr. ‖ 12. οὐδὲ εἰ ‖ 28. αὖται)

96
ἐξ ἀμφοῖν τούτοιν συντιθεμένων τὸ μέσον σκοπεῖν· ἔστι γὰρ τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαμβάνοντας κατὰ τὸν Θουκυ- δίδην (I. 10) τεκμαίρεσθαι, πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν νομίζειν, ὅτι οὐ χαλεπὸν τὸ εἰπεῖν τὸν ἀριθμόν, ἀλλὰ τὸ περὶ ἑκάστου διελθεῖν οὕτως ἀκριβῶς ὡς περὶ τῶν ἡγεμόνων, τίς καὶ πόθεν καὶ τίνων πατέρων καὶ προγόνων.

[*](B=)

οἵτινες ἡγεμόνες Δαναῶν καὶ κοίρανοι ἦσαν, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι] ὑπισχνεῖται τοὺς ἡγεμόνας μὲν εἰπεῖν Μουσῶνσυλλαμβα- νομένων, τὸ δὲ πλῆθος οὐδὲ τῆς παρʼ ἐκείνων βοηθείας τυχών. μήποτεοὖν τὸ “μνησαίατε” τοιαύτην χώραν ἔχῃ· αὐταὶ εἴποιεν καὶ διεξέλθοιεν.

[*](A=)

490. *φωνὴ δʼ ἄρρηκτος] [διὰ γὰρ τούτου σημαίνει, ὅτι σῶ⌋μα ἡ φωνή.

1. ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι] ἀντὶ τοῦ ἑκάτεροι· καὶ ἕκαστος ἀντὶ τοῦ ἑκάτερος.

[*](B=)

ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι] πῶς ἐπὶ δύο στρατιῶν τὸ “ἕκαστοι” ἔταξεν; ἢ ὅτι κατὰ ἔθνη καὶ φυλὰς ἐκοσμήθησαν, ἢ ἑκάτεροι, Τρῶές τε καὶ Ἕλληνες, ὡς τὸ “δενδίλλων ἐς ἕκαστον” (Il. 9. 180)· δύο γὰρ πρέσβεις. ἔστι δὲ Ἀττικόν.

[*](B+)

2. Τρῶες μὲν κλαγγῇ] λείπει Ἀττικῶς ἡ σύν, “αὐταῖς δια- βολαῖς” (Ar. Equ. 7). ἐκ τοῦ κλάζω κλαγγή κατὰ πλεονασμὸν τοῦ γ· ἄμφω δὲ τὰς στρατιὰς διατυποῖ, καὶ μέχρι τέλους οὐκ ἐξίσταται τοῦ ἤθους· “ὥστʼ ὄιες πολυπάμμονος ἀνδρὸς ἐν αὐλῇ” (Il. 4. 433) καὶ “ἐς Τρώων ὅμαδον κίε” (Il. 7. 307).

[*](B=)

*ὄρνιθες ὥς] τὸ διάκενον τῆς πορείας ἀναπληροῦσιν αἱ παραβολαί. ἠύτε περ κλαγγή] μετὰ τοσαύτης κραυγῆς ὅσης καὶ γέρανοι· ἐπὶ δὲ τοῦ “ἡύτε” ἡ ἀπέδοσις.

[*](AB-)

οὐρανόθι πρό] καὶ τὸν περὶ τὰ νέφη τόπον καὶ τὸ〈ν〉 ἀπὸ νεφελῶν εἰς οὐρανὸν οὕτω καλεῖ. παρέλκει δὲ ἡ πρό, ὡς “ὀφθαλμοῖο διαπρό” (Il. 14. 494).

[*](B =)

4. *ἀθέσφατον] ἃν οὐδʼ 〈ἄν〉 θεὸς ἑρμηνεύσειεν.

[*](AB=)

5. ἐπʼ Ὠκεανοῖο ῥοάων] ἀντὶ τοῦ εἰς ῥοάς, Ἀττικῶς. τὸ ἀδιά- λειπτον δὲ τοῦ θορύβου δηλῶν πολλάκις ὀνομάζει τὴν κλαγγήν. τὰ δὲ δειλέτερα τῶν ζῴων φωνητικώτερα μᾶλλον τῶν ἀνδρείων.

[*](10. μνησαίατο ‖ 11. erasa suppl. rec.; ὅτι incertum ‖ 12. deest catalogus cum scholiis; subscripsit rubricator λείπει ἐνταῦθα ὁ κατάλογος· στίχοι τπδ ‖ 13. inscriptionem addidi ‖ 26. ὅσης B: οἵας ‖ 29. οῦτω B: ὅτι)
97

6. ἀνδράσι Πυγμαίοισι] καὶ τῷ ξένῳ τῆς ἱστορίας ψυχαγωγεῖ [*](AB-) καὶ τὸν θροῦν αὔξει· κροτάλοις γὰρ αὐτὰς ἀλέξονται. φησὶ δὲ αὐτοὺς Ἑκαταῖος ἐπὶ ὀχημάτων κριῶν ἐξιόντας ἀλέξασθαι αὐτάς, τὰς δὲ καταφρονούσας τοῦ μήκους πολεμεῖν πρὸς αὐτούς.

7. *ἠέριαι] διὰ τὸν καύσωνα.

8. οἳ δʼ ἄῤ ἴσαν σιγῇ] ποῦ τῆς προτέρας παραβολῆς ἡ ἀπόδοσις; [*](B=) ἢ τάχα οὕτως ἔχει· Τρῶες μὲν κλαγγῇ ἴσαν, ἠύτε περ, ἵνα τὸ “ἠύτε” ἀπόδοσις ᾖ· καὶ ἔστι ‘Τρῶες μὲν κλαγγῇ, οἳ δʼ ἄῤ ἴσαν σιγῇ· ἐπεὶ δὲ καὶ κατάπληξις σιωπὴν ποιεῖ, προσέθηκεν μένεα.

9. * ἀλεξέμεν ἀλλήλοισιν] ἡ γὰρ φάλαγξ σωθείη 〈ἄν〉, ὅταν τὸν [*](B=) παρασπίζοντα ἕκαστος σκέπῃ.

11. ποιμέσιν οὔτι φίλην] οὐ βουκόλοις, ἐπεὶ μὴ νέμουσιν ἡμέρας [*](B=) διὰ τοὺς οἴστρους.

12. *τόσσον τίς τʼ ἐπιλεύσσει] ἀόριστα ταῦτα· καὶ “ὅσον τε [*](B=) γέγωνε βοήσας” (Od. 12. 181).

*ἵησιν] ἀφίησιν.

13. κονίσαλος—ἀελλής] Ἀριστοφάνης γράφει “κονισάλου ὤρνυτʼ [*](B=) ἀελλής.” ἄριστος δὲ κριτὴς ὁμοιοτήτων Ὅμηρος· ὁμίχλη γὰρ καὶ κονιορτὸς ὁμόχροα καὶ ὁμοίως ἐπιπροσθοῦντα τοῖς ὄμμασιν.

14. *διέπρησσον πεδίοιο] τὴν πεδιάδα διήνυον.

16. *Τρωσὶν μέν] τῷ “μέν” οὐκ ἐπάγει τὸν “δέ.”

Τρωσιν-προμάχιζεν Ἀλέξανδρος θεοειδής] τὸ δίκαιον νομοθετεῖ— [*](B=) οἱ γὰρ αἴτιοι προασπίζουσιν—ἐγείρει τε τὸν ἀκροατήν, προκινδυνεύ- οντας εἰσάγων τοὺς πλείστων κινδύνων 〈τοῖς〉 ἑτέροις αἰτίους· διὰ τί δὲ θεοειδέα φησὶ τὸν πάσαις κακίαις χρώμενον, τοῦτο γὰρ ἐγκωμιά- ζοντος δόξειεν 〈ἂν〉 εἶναι καὶ ἀποσεμνύνοντος τὸν ἄνδρα. λεκτέον δὲ ὅτι, εἰ μὲν πάντα ἐπαινῶν ἐφαίνετο τὰ ἐν τούτῳ, δικαία 〈ἂν〉 ἦν ἡ μέμψις· ἐπαινεῖ δὲ αὐτοῦ τὴν μορφήν, ἵνα καὶ ἐπὶ τῶν ψεκτῶν νομίζηται ἀληθεύειν. εἶτα καὶ μεῖζον κατασκευάζεται τὸ μῖσος, εἰ τοιοῦτος ὢν τὴν μορφὴν καταισχύνει.

17. παρδαλέην] τὸ δὲ ζῷον πάρδαλις.

18. αὐτὰρ ὃ δοῦρε δύω] ἄνευ τοῦ ἄρθρου τὸ “αὐτὰρ δοῦρε” ἐν [*](AB +) πάσαις ταῖς χαριεστέραις· ἡ δὲ σὺν τῷ ἄρθρῳ γραφή, καίτοι μὴ οὖσα Ἀριστάρχου, ὅμως ἔχει Ὁηρικὴν συνήθειαν. ἔθος γὰρ αὐτῷ [*](3. σχημάτων: corr. Bekker ‖ 10. ὅταν τὸ τοῦ παρασπίζοντος ἔ. σκοπῇ: corr. W ex B ‖ 24. suppl. 25. φασὶ ‖ 33. π. καὶ x. εἰ δἐ: corr. Cramer)

98
περὶ τοῦ αὐτοῦ διαλεγομένῳ μεσολαβεῖν τὸ ἄρθρον, ὡς περὶ ἄλλου λέγοντι, ὡς ἐπὶ τοῦ Σαρπηδόνος· “αὐτοῦ μὲν ἀπήμβροτεν—ὃ δὲ Πήδασον οὔτα〈σεν〉” (Il. 16. 466).

[*](B=)

δοῦρε δύω] δῆθεν ἵνα, εἰ ἀποτύχοι τοξεύων, προσπεσὼν μάχοιτο.

*κεκορυθμένα] ἠκονημένα· ἐστομωμένα.

[*](B=)

19. προκαλίζετο πάντας ἀρίστους] τῇ φαντασίᾳ, οὐλόγῳ, ὡς “αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16. 294). κραδαίνων δέ φησι τὰ δόρατα προεκαλεῖτο τοὺς ἀρίστους τῶν Ἑλλήνων “ἀντίβιον μαχέσα- σθαι·” ἢ τοὺς ἀρίστους τῶν Τρώων προετρέπετο κατὰ τῶν Ἑλλήνων. ἦθος δὲ θρασυδείλων κωμῳδεῖ διὰ Πάριδος, Ἴρου, Θερσίτου, Δόλωνος, προπετὲς ἐν ἐπαγγέλματι, δειλὸν ἐν πράξει, ἐπονείδιστον πρὸς τῷ τέλει.

[*](B =)