Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

46. ἢ τοιόσδε ἐών] τινὲς κατὰ πεῦσιν καὶ θαυμασμόν· τοιοῦτος ὢν δειλός, συναγαγὼν πλῆθος, διελθὼν πέλαγος γυναῖκα ἀνδρὸς πολε- μικοῦ ἤγαγες, τῷ πατρὶ καὶ τοῖς ἄλλοις κακὸν μέγα; εἶτα ἀπὸ ἄλλης ἀρχῆς “οὐκ ἂν δὴ μείνειας Μενέλαον,” ἠθικῶς μετὰ πεύσεως, ἢ διαβεβαιωτικῶς. τινὲς δὲ τὸ πᾶν οὕτως· τὸν ἀντὶ τοῦ εἰ· εἰ τοιοῦτος ὢν ἐπηγάγου πλῆθος καὶ ἀπὸ ξένης γῆς γυναῖκα ἀνδρὸς πολεμικοῦ ἀνήγαγες, οὐκ ἂν ὑπομείναις τὸν ταύτης ἄνδρα. ὃ καὶ προκρίνει Νικάνωρ ὡς μᾶλλον τὴν δικαιολογίαν ἔχον.

[*](B-)

47. ἑτάρους ἐρίηρας] παρὰ τὸ ἔρι καὶ τὸ ἄρω, ὅ ἐστιν ἁρμόζω, τὸ ἦρα, ὅ ἐστι χάρις.

[*](A +)

49. *ἀπίης γαίης] οὐ τῆς Πελοποννήσου· φησὶ γοῦν “ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ” (Od. 16. 18).

[*](B -)

νυὸν ἀνδρῶν] πάντες γὰρ οἱ ἄριστοι ἐμνηστεύσαντο τὴν Ἑλένην, Μενελάου δὲ γέγονε θαλερὴ παράκοιτις. ἢ ὅτι παντὶ τῷ οἰκείῳ τοῦ νυμφίου νυὸς ὀνομάζεται.

[*](B=)

50. πατρί τε σῷ μέγα πῆμα] ἀπλήρωτον καὶ ἄτακτον θυμός· πολλὰς γοῦν εἴωθεν ἐπὶ τῶν ὀργιζομένων ποιεῖσθαι 〈ἀρχὰς〉 ὁ ποιητής, ἀσύνδετον ἐῶν τὸν λόγον, ὡς τὸ “οἰνοβαρές” (Il. 1. 225) καὶ τὰ ἑξῆς. ἄτοπον γὰρ πῆμα καλεῖν τὴν Ελένην Ἕκτορα, περὶ οὗ φησιν “ἀλλʼ οὔπω σεῦ ἄκουσα κακὸν ἔπος” (Il. 24. 767).

[*](4. ἢ που ut infra ‖ 6. π. δʼ ὅγε ‖ 9. ἔπε)
101

53. γνοίης 〈χ᾿〉 οἵου φωτός] ἀσύνδετος ὁλόγος. θυμουμένου γὰρ ἀνδρὸς τὰ ῥήματα.

*οἵου φωτός] οἷος ὢν τίνα ἐστέρησας, ἵνʼ ᾖ τὸ γνῶθι σεαυτὸν [*](B +) ὑποφαινόμενον.

54. οὐκ ἄν τοι χραισμῇ κίθαρις] κίθαρις ἡ ἐπὶ πορνείᾳ πρὸς χάριν [*](B-) Ἀφροδίτης, οὐ Μουσῶν, διδομένη. ἡ δὲ Ἀχιλλέως κιθάρα καὶ τὸ εἶδος ἐνάρετον. πᾶν δὲ σωματικὸν πλεονέκτημα δίχα ψυχικῆς ἀρετῆς ἄχρειόν ἐστιν· διὸ καὶ Ἀφροδίτης αὐτά φησι, τὸ δὲ ἄλλο θεῶν. “τῷ δὲ θεοὶ κάλλος τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν” το (Il. 6. 156).

55. *ὅʼ ἐν κονίῃσι μιγείης] ὅταν συνέλθῃς εἰς μάχην.

[*](A=)

56. Τρῶες δειλήμονες] εὐλαβεῖς περὶ 〈τοὺς〉 ἄρχοντας. φιλά- [*](B=) δελφος δέ, ὃς κατὰ πρόσωπον λοιδορεῖ, ἡττώμενον δὲ οὐ προδίδωσιν.

57. λάινον ἕσσο χιτῶνα κακῶν ἕνεχ’] εἰς τὸ “ἕνεκα” ὑποστικτέον [*](A + B=) καὶ τὸ ἑξῆς ἰδίᾳ μετὰ ἤθους προενεκτέον.

59. Ἕκτορ, ἐπεί με κατʼ αἶσαν ἐνείκεσας—μή μοι δῶῤ ἐρατὰ [*](AB=) πρόφερε· διὰ μέσου δὲ ἡ παραβολή.

60. Ἕκτορ, ἐπεί με] οὐκ ἠθεῖε οὐδὲ κασίγνητε· πᾶσαν γὰρ εὐνοϊκὴν [*](AB=) προσηγορίαν ὁ θυμὸς ἐξέκοψεν.

αἰεί τοι κραδίη πελεκὺς ὥς] μή πω μου οὖν καταγίνωσκε [*](B=) πρὸς ἑαυτόν με συγκρίνων. εὖ δὲ καὶ εἰκόνα ἀπαθεστάτην εὗρε τὴν τοῦ σιδήρου, καὶ οὐκ ἀργοῦ ἀλλὰ καὶ δρῶντός τι.

61. *δουρός] παντὸς ξύλου διὰ τὴν δρῦν.

62. ὀφέλλει δʼ ἀνδρὸς ἐρωήν] ὀξὺς ὢν καὶ ἠκονημένος τὴν ὁρμὴν [*](B=) τοῦ τέμνοντος αὔξει, ὡς καὶ ὁ ἀμβλὺς θραύει.

63. ὥς τοι ἐνὶ στήθεσσιν ἀτάρβητος] δύο ὑπεροχῶν ὁμοιότητας [*](B +) παρέθετο, πελέκεως καὶ γνώμης, ὡς εἰ λέγοι, ὅσον ἦν Αἴας πρᾶξαι δυνατὸς τοσοῦτον Ὀδυσσεὺς βουλεύειν.

*ἀτάρβητος] ἀκατάπαυστος.

64. μή μοι δῶῤ ἐρατὰ πρόφερε] ὡς ὑγρὸς ἄμφω αὔξει· ὁ δὲ Ἕκτωρ “δῶρʼ Ἀφροδίτης” (54).

68. ἄλλους μὲν κάθισον] ὡς διὰ τοὺς συμμάχους αὐτοῦ μὴ [*](B +) πολεμῶν. §. βαρβαρικὸν δὲ τὸ μονομαχεῖν.

69. * ἀρηίφιλον] ποιητικὸν τὸ ἐπίθετον.

70. * κτήμασι] ἀντὶ τοῦ χρήμασιν.

[*](6. Ἀφροδίτη ‖ ἀδομένη B ‖ 8. αὐτόν ‖ 14. ἕσο)
102
[*](B=)

71. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται] καὶ εἰς τὸ “νικήσῃ ” καὶ εἰς τὸ “γένηται ” βραχὺ διασταλτέον.

[*](B=)

74. ναίοιτε Τροίην] διὰ τὸ νεμεσητὸν οὐκ εἶπε ναίοιμεν.