Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

197. πηγεσιμάλλῳ] μελανομάλλῳ· οὗτος γὰρ ἐν λευκῷ ποιμνίῳ [*](A B=) διάδηλος ἔσται. τῷ πραϋτάτῳ δὲ εἴκασται διὰ τὸ ἀτάραχον.

198. ὅς τʼ οἰῶν μέγα πῶυ] ὁ μὲν Ἀρίσταρχος οἰῶν ὡς αἰγῶν, ὁ [*](AB=) δὲ Ἡρωδιανὸς ὀίων ὡς δαΐδων, λέγων ὡς οὐ κλίνει τὸ μονοσύλλαβον ὁ ποιητής, εἰ μὴ μέτρον κωλύσειεν. §. “πῶυ” δὲ παρὰ τὴν πόαν· ἢ “πῶυ ” ἐστὶ 〈παρὰ τὸ〉 πίνω.

200. οὗτος δʼ αὖ Λαερτιάδης πολύμητις Ὀδυσσεύς] ἐν βραχεῖ [*](AB=) τὸ ἐπίγραμμα πάντα ἔχει. μετὰ ἐπαίνων δὲ περὶ ἑκάστου ἐκτίθεται διὰ τὸ προσπεπονθέναι τῷ Ἑλληνικῷ.

201. κραναῆς περ ἐούσης] καὶ λυπρὰ γὰρ χωρία πέφυκεν ἀρίστους [*](B=) ἄνδρας ἐκβάλλειν. ᾔδει δὲ τούτους ὡς ξενισθέντας παῤ αὐτῇ, ὃ διὰ [*](1. ἄνοια 3. τὰς π. ‖ 8. suppl. W. ‖ 13. πρῶτον 14. δεύτερον Hes. codd.: τὸ τρίτον ‖ 18. ἠδὲ ‖ 21. εἴη ‖ στρατείαν ‖ 24. τῷ: legi εὐ ‖ 28. πῶς)

110
τὸ προσκορὲς ἐπὶ μόνου Ἰδομενέως ἐσήμανεν· “πολλάκι μιν ξείνισ- 〈σ〉εν” (232).

[*](B=)

202. *παντοίους τε δόλους] εἰσὶ γὰρ καὶ κακοὶ καὶ καλοί.

[*](B=)

203. * Ἀντήνωρ πεπνυμένος] ὁ ἄρχων τὸν ἄρχοντα καὶ ὁ ῥήτωρ τὸν ῥήτορα ἐπαινεῖ.

[*](A- B=)

205. ἤδη γὰρ καὶ δεῦρο] ὅτε ἐκ Τενέδου ἐπρεσβεύοντο οἱ περὶ Μενέλαον, τότε Ἀντήνωρ ὁ Ἱκετάονος ὑπεδέξατο αὐτοὺς καὶ δολο- φονεῖσθαι μέλλοντας ἔσωσεν· ὅθεν μετὰ τὴν ἅλωσιν τῆς Τροίας ἐκέλευσεν Ἀγαμέμνων φείσασθαι τῶν οἴκων Ἀντήνορος, παρδάλεως δορὰν ἐξάψας πρὸ τῶν οἴκων αὐτοῦ.

ἤδη γὰρ καὶ δεῦρό ποτʼ] “ποτὲ δεῦρο” εἰς τόπον.

[*](B=)

206. σεῦ ἕνεκ᾿ ἀγγελίης] οὐ ῥιψοκινδύνως, ἀλλʼ εἴ πως αἰδε- σθῶσι τὸν παθόντα. εἰ γὰρ Ἑλένης χάριν ὁ πόλεμος, πόσον εἰ Μενέλαος ἀνῄρητο; Ὀδυσσεὺς δὲ ὡς συνετὸς σκοπῆσαι τὰ βαρ- βάρων, ὅπως ῥώμης ἔχοιεν, οὐχὶ δὲ Νέστωρ· οὐ γὰρ μόνον συνετούς, ἀλλὰ καὶ δραστηρίους πρεσβεύεσθαι δεῖ.

*ἀγγελίης] ὡς “ἀγχονίης θάνατος—ὀρθῆς.”

208. *φυήν] τὸ εἶδος.

210. *ὑπείρεχεν] ὑπὲρ αὐτὸν εἶχεν.

[*](A+)

211. ἄμφω δʼ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς] ὡς τὸ “σύν τε δύʼ ἐρχομένω” (Il. 10. 224) καὶ “οἱ δὲ δύο σκόπελοι” (Od. 12. 73).

[*](B=)

213. ἐπιτροχάδην ἀγόρευε] παρατρέχων καὶ τὰ καίρια μόνον λέγων.

[*](B-)

214. παῦρα μέν, ἀλλὰ μάλα λιγέως] οὐχ ὡς Λάκων· οὔπω γὰρ Δωριεῖς· ἀλλʼ ὅτι ἀπορώτεροι οἱ νέοι καὶ τὸ ἀνθηρὸν διώκοντες.

[*](AB=)

215. ἢ καὶ γένει ὕστερος ἦεν] ἀντὶ τοῦ εἰ. §. τινὲς δὲ εἰς τὸ [*](A + B=) “ἀφαμαρτοεπής” στίζουσι τελείαν, εἶτα καὶ περισπῶσι τὸν ἤ μετʼ ἐπιτάσεως· καίτοι νεώτερος ἦν.

[*](B =)

216. ἀναΐξειεν Ὀδυσσεύς] τὸ πρόθυμον τῆς ἐγέρσεως πρὸς κατά- [*](A B-) πληξιν. §. τρεῖς τρόπους ῥητορείας οἶδεν Ὅμηρος, τὸν ἀπολελυμένον, βραχύν, ἱκανὸν αὐτὰ τὰ ἀναγκαῖα παραστῆσαι, ὃν Λυσίας ἐζήλωσεν· τὸν δὲ ὑψηλόν, καταπληκτικόν, μεστὸν ἐνθυμημάτων, καὶ τούτων ἀθρόως λεγομένων, ὃν Δημοσθένης· τὸν δὲ πιθανὸν καὶ τεχνικὸν πολλῶν πλήρη διηγημάτων, ὃν Ἰσοκράτης ἐζήλωσε, τὸ γνωμικὸν καὶ [*](12. σεῦ δʼ ‖ 17. ? ‖ 26. τὸν ἀ. ‖ 27. εἰ καὶ ‖ 29. νεώτερος B: νεώτατος ‖ 35. δογμάτων: corr. W)

111
σαφὲς ἐπιλεγόμενος· ἀπολελυμένος Μενέλαος Λυσίας, πυκνὸς Ὀδυσ- σεὺς Δημοσθένης, πιθανὸς Νέστωρ Ἰσοκράτης.

217. στάσκεν] ὅτι οὐ σχεδιάζειν δεῖ, ἀλλὰ καὶ τὴν στάσιν τῶν [*](A - B=) ἐρούντων μεμελετημένην εἶναι· οἶδε γὰρ καὶ αὕτη πολλάκις ὑπόνοιαν κινεῖν. ῥητορικὴ οὖν ἡ στάσις αὐτοῦ. ἀφροσύνην δὲ σχηματίζεται πρὸς τὸ μὴ ὑπονοεῖσθαι παρὰ τοῖς ὁρῶσιν· ἤ, οἷα εἰκὸς Μενελάου τὰς οἰκείας βλάβας ἐκθεμένου τεταράχθαι τὴν ἀγοράν, τῇ εἰς ἑαυτὸν οὖν ἐπιστροφῇ καταρτίζει τοὺς ὁρῶντας.

219. ἀίδρι φωτί] ἀίδριι ἀπὸ τοῦ ἄιδρις· καὶ δἰ εὐφωνίαν τὸ [*](B=) ἕτερον ῑ μετατίθεται.

220. ζάκοτον] διὰ τὸ ὑπόδρα ὁρᾶν, “ἄφρονα” δὲ διὰ τὸ ἀκίνητον [*](B=) τοῦ σκήπτρου.

221. ἀλλʼ ὅτε δὴ ὄπα τε μεγάλην] τετράκις ἐν τῷ προσώπῳ φυλακτέον τὰς ὑποστιγμὰς διὰ τοῦ 〈ὅτ〉ε 〈ἀποτελουμένας〉.

*μεγάλην] διὰ τὸν θόρυβον τῶν Τρώων ἢ διὰ τὴν κατά- [*](B=) πληξιν τῶν ἀδίκων.

222. νιφάδεσσιν ἐοικότα] ἡ εἰκὼν πρὸς τὸ τάχος τὸ πλῆθος τὸ πυκνὸν [*](B +) τὸ σαφὲς τὸ λευκὸν τῆς νιφάδος τὴν φρίκην τῶν ἀκουόντων. καὶ αἱ μὲν χειμέριαι ἁπαλαί, αἱ δὲ ἐαριναὶ ἐκκόπτουσι τοὺς καρπούς.