Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
172. αἰδοῖός τε μοι ἐσσί] εὐφυῶς τὸ τῆς δυσαρεστήσεως ἰάσατο, [*](B=) φάσκουσα τὰ μὲν αἰδεῖσθαι, τὰ δὲ φοβεῖσθαι αὐτόν. ἐπειδὴ δὲ [*](3. αὑτοὺς ‖ 7. supplevi ex A ‖ 9. νεμεσιτόν: corr. rec. ‖ 17. φ. ὡς ἴνα ‖ 22. αἰτί᾿ ‖ 28. εἵκελος ‖ 31. οὔπω ‖ 32. τ. γεραρηνὸς: corr. W)
173. θάνατός μοι ὁδεῖν κακός] τερφθῆναί μοι· ἐρασθεῖσα γὰρ ἠκολούθησεν Ἀλεξάνδρῳ.
174. θάλαμον] μετʼ ἐπικρύψεως τὸν ἄνδρα δηλοῖ.
178. οὗτός γʼ Ἀτρείδης] ὡς ἑνικὸν ἐπιγραμματικῶς αὐτὸν δηλοῖ.
[*](A- B=)179. ἀμφότερον] τοῦτο συναπτέον τῷ “ἀγαθός,” ἵνʼ ᾖ κατʼ ἄμφω ἀγαθός· καὶ τὸν ἰσχυρὸν γὰρ ἀγαθόν φησιν. μέγιστα δὲ πρὸς βασιλείαν ταῦτα, τήν τε τῶν οἰκείων καὶ τὴν τῶν πολεμίων εἰρήνην πραγματευόμενα. τοιοῦτος δὲ Ἀγαμέμνων, ὑπὸ μὲν Ὀδυσσέως καὶ Διομήδους ἐνίοτε ὑβριζόμενος, ὑπὸ δὲ Ἀδράστου ἱκεσίαν οὐ δεχό- μενος (Il. 6. 54).
[*](AB=)180. δαὴρ—ἐμὸς—κυνώπιδος] πρὸς τὴν σημασίαν ὑπήντησεν· [*](B=) τὸ γὰρ “δαὴρ ἐμός” δηλοῖ τὸ δαήρ μου, τῆς κυνώπιδος. §. τούτου δὲ τὸ θηλυκὸν οὐ δάειρα ἀλλὰ γάλως. διὰ δὲ τοῦ δαέρος λεληθότως τὸν ἄνδρα ὀλοφύρεται.
[*](B=)εἴποτ᾿ ἔην γε] εἴποτε ἦν δαήρ, ἐμὸς ἦν δαήρ.
[*](B=)182. ὦ μάκαρ Ἀτρείδη] ἱκανὸς πρὸς πίστιν ὁ παρὰ τῶν ἐχθρῶν [*](AB=) οὐ κατὰ πρόσωπον γινόμενος ἔπαινος. §. σημειώσαιο δʼ ἂν ὡς κατὰ πρόοδον συλλαβῇ ηὔξηται μετʼ ἐκπλήξεως ὁ ἔπαινος κλιμακηδόν.
183. ἦ ῥά νυ τοι πολλοὶ δεδμήατο] λείπει τὸ δικαίως, ὡσεὶ λέγοι· δικαίως αὐτῷ πολλοὶ ὑπείκουσι τοιούτῳ ὄντι.
[*](B=)184. ἤδη καὶ Φρυγίην] τὴν παρὰ Σαγγαρίῳ, ἥ ἐστι μεγάλη· ἡ γὰρ μικρὰ παρὰ τῇ Τροίᾳ.
185. αἰολοπώλους] εὐκινήτους πώλους ἔχοντας.
[*](B=)186. λαοὺς Ὀτρῆος] λαοὺς τοὺς ἐπικούρους φησίν· “λαοὶ δʼ Ἀτρείδεω Ἀγαμέμνονος” (Od. 9. 263).
[*](B=)187. ἐστρατόωντο παρʼ ὄχθας] τὸ μῆκος δηλοῖ τοῦ ποταμοῦ· διιὼν 〈γὰρ〉 φρυγίαν ἔξεισι διὰ Βιθυνίας.
[*](B=)188. καὶ γὰρ—ἐπίκουρος] ἴσως διὰ τούτου καὶ τοῦ γάμου τῆς Ἑκάβης ἠξίωται.
[*](AB-)189. Ἀμαζόνες] παρὰ τῷ Θερμώδοντι οἰκοῦσιν. Ἄρεος καὶ Ἀρμενίας νύμφης Ναΐδος θυγατέρες εἰσίν· αἱ δὲ ἐπιφανεῖς αὐτῶν [*](21. συλλαβὴ ‖ κλιμακιδόν 28. Ἀγαμέμνονι ‖ 30. ἐξίεισι)
190. ἑλίκωπες] ἀξιοθέατοι, εὐγενεῖς τὴν θέαν.
* οὐκ ἀλόγως αὔξει τοὺς Ἔλληνας· τοὺς γὰρ πλείους καὶ κρα- [*](B=) τῆσαι καλὸν καὶ ἡσσᾶσθαι ὑπὸ πάντων οὐκ ἐπονείδιστον.
191. δεύτερον αὖτʼ Ὀδυσῆα] οὐδετέρως διὰ τὸ “τρίτον αὖτʼ Αἴαντα” (225), εἰ μὴ ἐνήλλακται, ὡς τὸ “πρώτην ἄλοχον θέτο Μῆτιν—δεύτερον ἠγάγετο” (Hes. Theog. 886, 901).
192. εἴπʼ ἄγε μοι καὶ τόνδε] καλῶς ἔταξεν ἀρχήν, φρόνησιν, ἀνδρ〈ε〉ίαν· ὁ δὲ χρόνος αὐτῷ λήθην ἐνεποίησεν Ὀδυσσέως.
193. *μείων μέν] τοῦτο ἀπὸ ἄλλης ἀρχῆς λείποντος τοῦ ἐστίν.
[*](A+)194. ἰδὲ στέρνοισιν] ἀντὶ τοῦ καί· σημαίνει δὲ ἐνίοτε καὶ τὸ ὅπως.