Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

459. τῶν δ᾿, ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλτά] “ἔθνεα πολλὰ [*](B=) ἀγαλλόμεναι·” πρὸς τὸ νοητὸν ὑπήντησε τὸ “ὄρνιθες,” ὡς τὸ “ἐκίνηθεν δὲ φάλαγγες, ἐλπόμενοι παρὰ ναῦφι” (Il. 16. 280).

460. χηνῶν ἢ γεράνων καὶ κύκνων δουλιχοδείρων] μουσικὰ καὶ [*](B-) ἥμερα καὶ συναγελαστικά, ὅθεν διδαχθεὶς Ἀριστοτέλης τὰ γαμψώνυχα οἰονόμα φησί, τὰ δὲ τὴν ἐπιδερμίδα ἔχρντα συναγελαστικά. οἰκείως οὖν καὶ ἐπʼ αὐτῶν ἔθνεά φησιν.

461. Ἀσίῳ ἐν λειμῶνι] οἳ μὲν ἆσιν ἔχοντι· ἀλλὰ πιστότερον [*](B-) αὐτῷ τὸ κύριον ὄνομα περιτιθέναι, ὡς τὸ ἀπὸ τοῦ Ἀσίου, ὃς ἦρξε Λυδίας· ἐν γενικῇ οὖν αὐτὸ ἐκληπτέον καὶ χωρὶς τοῦ ἰῶτα, ὡς τὸ “ἐυμελίω Πριάμοιο” (Il. 4. 165), ὡς Ἡρωδιανὸς ἐν τῇ καθόλου καὶ Πτολεμαῖος ἐν τῷ περὶ συναλ〈ο〉ιφῆς. κατὰ δὲ τὰς προχοὰς πηλώδη τόπον ὁ Κάυστρος ἀπεργάζεται. ὅπου δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνίθων.

462. ἀγαλλόμεναι] Ἀρίσταρχος “ἀγαλλόμενα,” ἵν᾿ ᾖ πρὸς τὰ ἔθνη· [*](A + B=) οὐδὲ ἡ ἄλλη δὲ γραφὴ ἄχαρις.