Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

453, 454. τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων—] νῦν ἄμεινον κεῖνται ἤπερ ἐν τῇ Λ (13)· πρόσφατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη. καὶ ἡ αἰφνίδιος δὲ μεταβολὴ οὐκ ἄνευ θεῶν· πῶς γάρ;

[*](AB=)

455. ἠύτε πῦρ ἀίδηλον] νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθʼ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος· μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ ὄρει, ἔνθα καταιγίδες εἰσί, καὶ τῇ κορυφῇ. διὸ θαρρῶν ἐπάγει “ἕκαθεν δέ τε φαίνεται αὐγή.” §. “ἀίδηλον” δὲ παρὰ τὸ ἀιδνόν.

457. ὣς τῶν ἐρχομένον] ὧδε στικτέον.

[*](6. πρώτην ‖ 10. θεὸν B: θεὰν ‖ 14. Ἀριστοφάνης A: Ἀριστοτέλης ‖ 16. αἰθύεσθαι: corr. W ‖ 19. παφάσσω soripsi: παιφάσσω 23, κραδίῃ ἄλ. ‖ 32. ἀιδηόν; corr. W)
93

458. αἴγλη παμφάνοωσα] “παμφανόωσα” τοῦ χαλκοῦ ἡ αἴγλη εἰς οὐρανὸν παρεγίνετο.