Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

463. κλαγγηδὸν προκαθιζόντων] ἄλλου πρὸ ἄλλου καθιπταμένου [*](B=) μετὰ βοῆς· ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ ὄρνεα ἐπὶ τὴν γῆν καταφερόμενα. καὶ ὧδε μὲν κατέμιξε τὰς γεράνους μουσι- κοῖς ὀρνέοις, καὶ εἰς λειμῶνάς φησιν αὐτὰς ἐξιέναι, ἐπὶ δὲ Τρώων ἐπὶ φθορᾷ (Il. 3. 3).

κλαγγηδὸν προκαθιζόντων] ὑποστιγμὴ ἐπὶ τὸ “προκαθιζόντων” [*](A + B=) καὶ ἐπὶ τὸ “λειμών·” τὸ δὲ ἑξῆς, ὀρνίθων πετεηνῶν ἔθνεα πολλά, κλαγγηδὸν προκαθιζόντων, ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμεναι πτερύγεσ〈σ〉ι, σμαραγεῖ δέ τε λειμών. τὰ δὲ λοιπὰ διὰ μέσου.

σμαραγεῖ δέ τε λειμών] τὸ τραχὺ τῆς ἀπὸ τοῦ “σμαραγεῖ” [*](B=) ὀνοματοποιίας παρέτεινετὸ “λειμών.” §. Ἀρίσταρχος οὕτως ἔφη, ‘σμα- B- ρογεῖ 〈δέ〉 τε γαῖα᾿ εἰς βραχεῖαν τελευτῶσα τὸν ἦχον 〈ἂν〉 ἐμείου.

465. αὐτὰρ ὑπὸ χθών] ἡ “ὑπό” πρὸς τὸ “ποδρνν.”

467. Σκαμανδρίῳ ἀνθεμόεντι] τῷ πρώην ἄνθη ἔχοντι ὡς “ἐυ- [*](B-) μελίω Πριάμοιο᾿ (Il. 4. 165)· “ἥρως Αἰγύπτιος” (Od. 2. 15)· “ἠύ- κομος Νιόβη” (Il. 24. 602). ἐπεὶ πῶς ἠχεῖ, ἢ πῶς ἀνθεῖ πατούμενα;

468. *φύλλα] “φύλλα” πρὸς τὸ οἰκεῖον τῆς ἐσθῆτος.

[*](12. ἐν γενικῆ B: γενικῆς ‖ 29. λειμῶνες ‖ 34. ἀνθεῖ πατούμενα B: ἔνθη πατοῦμεν)
94
[*](B =)