Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

418. ὀδὰξ λαζοίατο] δάκω δάξω δάξ. τοῦτο δὲ συμβαίνει τοῖς [*](B=) ὀδυνωμένοις.

419. οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε] διὰ τοῦ “πώ” ἐλπίδα ὑπολείπει [*](B=) τῆς εὐχῆς. ἐπὶ δὲ Θεανοῦς “ἀνένευε δέ” (Il. 6. 311). οὐδʼ ἄρα πω—ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά] ὡς τῶν μάντεων λεγόντων, ὡς δέδεκται τὴν θυσίαν καὶ δώσει τὸ πέρας, οὐκ ἀκονιτὶ δέ.

420. πόνον δʼ ἀμέγαρτον] ἄφθονον, πολύν.

435. μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα] αἱ μὲν Ἀριστάρχου “μη- [*](A + B=) 〈κέ〉τι νῦν δήθʼ αὖθι λεγώμεθα,” ἡ δὲ Ζηνοδότου “μηκέτι νῦν 〈δὴ〉 ταῦτα·” τινὲς δὲ “δὴ αὖθι” χωρὶς τοῦ θ, Καλλίστρατος δὲ “μηκέτι δὴ νῦν αὖθι λεγώμεθα.”

μηκέτι νῦν—αὖθι λεγώμεθα] ἠθροισμένοι ὦμεν.

[*](A B=)

μηδʼ ἔτι δηρὸν ἀμβαλ〈λ〉ώμεθα ἔργον] στρατηγικὴ ἡ παραγγελία, [*](A = B -) χρόνου μὴ φείδεσθαι· οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτή- [*](14. τὸ διαφανές)

92
σαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος, πῶς τῆς Ἑλλάδος ἐκράτησε, μηδὲν ἀναβαλλόμενοςʼ εἶπεν.

[*](B=)