Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

414. πρίν με καταπρηνὲς βαλέειν] ἄπληστος ἡ ὄρεξις τοῦ πρὸ [*](B=) τῆς τῶν φίλων σωτηρίας τὴν καταστροφὴν εὐχομένου· διὸ ἀνανεύει ὁ Ζεύς.

*καταπρηνὲς βαλέειν] ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμψύχων μεταφορά.

[*](B=)

415. αἰθαλόεν] κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ ἀφανές. [*](B=) μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν μίαν πρῆσαι. ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριάμου καὶ Ἕκτορος.

416. Ἑκτόρεον δὲ χιτῶνα] προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν [*](B=) Ἕκτορα.

417. χαλκῷ ῥωγαλέον] τῷ σιδήρῳ διακοφθησόμενον· ἢ παρὰ τὸ [*](A~B-) ῥήσσω, ἐξ οὗ καὶ τὸ κατερρωγότα ἱμάτια.