Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

436. ὃ δὴ θεὸς ἐγγυαλίξει] δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ [*](A +) ὀνείρου ἐπηγγείλατο. §. αἱ πᾶσαι δὲ διὰ τοῦ ζ εἶχον.

[*](B=)

439. ἡμεῖς δʼ ἀθρόοι ὧδε] θαυμαστῶς τὴν τάξιν τοῦ Ἀχιλλέως ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν πρώην εἶχεν.

[*](B=)

444. τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα] δύο αὐτοῖς τὰ μέγιστα μαρτυρεῖ, εὐταξίαν καὶ εὐψυχίαν.

[*](AB=)

446. θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη] ἵνα μὴ ἀπι- στοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αὐτῶν κατορθοῦν.

*κρίνοντες] φυλοκρινοῦντες.

[*](A=)