Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

408. αὐτόματος δέ οἱ ἦλθε] ἀπαλ〈λ〉άσσει τὸν ἀδελφὸν τῆς περὶ ἑαυτὸν σπουδῆς· ᾔδει γὰρ αὐτὸν ἠσχολημένον.

[*](A - B +)

βοὴν ἀγαθός] τί δήποτε τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ, νῦν μὲν τὸν Μενέλαον, ἀλλαχοῦ δὲ τὸν Διομήδην, πῇ δὲ “βοὴν ἀγαθὸς βάλεν Αἴας” (Il. 15. 249) καὶ ἑτέρους πολλούς, ῥητέον δὲ ὅτι μήπω σάλπιγγος εὑρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπι- θέσεις καὶ ἀνακλήσεις, ἄλλως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχίστην ἀπεργάζεται τὴν [*](4. ἔθυον ‖ 15. τοῦ scripsi: τῶν ‖ 17. ἔχοντες ‖ 18. δεύτερος ὣν B: δευτέρων ‖ 24. schol. cum praecedenti coniunctum)

91
φωνήν· διὰ τοῦτο βοῶντας παρεισάγει τοὺς ἥρωας· “σμερδαλέον δʼ ἐβόησεν” (ll. 8. 92)· “ἤυσεν δὲ διαπρύσιον (ib. 227)·

409. ᾕδεε γὰρ—ἀδελφεὸν ὡς ἐπονεῖτο] ὅτι θυσίαν ἐπετέλει.

412. Ζεῦ κύδιστε μέγιστε] “κύδιστε” ἐν δόξῃ προὔχων, “μέ- [*](B=) γιστε” δυνάμει προὔχων.

413. μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν] ἀντὶ τοῦ [*](B=) δύναντος ἡλίου τὸ 〈κνέφας〉 ἐλθεῖν· λείπει δὲ τὸ δός. οἰκεία δὲ ἡ περίφρασις τοῖς ἐκτενῶς εὐχομένοις· ἐνδιατρίβομεν γὰρ ὡς οὐ διδά- ξοντες τἀληθῆ τὸ θεῖον.