Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

87. * ὃ προσέταξε τῷ Μενελάῳ, τοῦτο πράσσει, “πατρόθεν ἐκ [*](Β=) γενεῆς” 〈αὐτὸν καλῶν〉.

88. γνώσεαι, Ἀτρείδη] ἃμα τῇ ἀνακλήσει τοῦ ὀνόματος καὶ τῇ [*](B =) παραθέσει τῶν συμφορῶν. τὸ πάθος ἐκίνησεν.

90. *ἀυτμὴ ἐν στήθεσσι μένῃ] τὸ ζωτικὸν περικάρδιόν φησιν.

91. πλάζομ〈αι〉 ὧδε] “ὧδε” μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύν- [*](B=) 〈δ〉ετος δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους ἔχει.

92. ἀλλὰ μέλει πόλεμος] ὥστε καὶ ἔπαινος τοῦ φόβου ἡ τῶν κοινῶν πρόνοια, καὶ ἵνα σύμψηφον ἔχῃ τὸν Νέστορα.

94. ἀλλʼ ἀλαλύκτημαι] παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεο- [*](B=) νασμῷ τῶν στοιχείων 〈δηλοῖ ὅτι〉 ἐκτετάρακται.

κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει] φαντασία τις προσπίπτει [*](B=) τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας.

96. ἐπεὶ οὐδὲ σέ 〈γʼ〉 ὕπνος ἱκάνει] ἵνα μὴ δόξῃ ἐμποδίζειν πρὸς [*](Β=) τὸν ὕπνον τῷ γέροντι.

97. ἐς τοὺς φύλακας καταβείομεν] ὅτι ἐφʼ ὕψους αἱ νῆες, καὶ ἀλλαχοῦ “κατάγειν κοίλας ἐπὶ νῆας” (Ιl. 5. 26).

ἐς τοὺς φύλακας καταβείομεν] προπαρασκευάσαι γὰρ αὐτοὺς θέλει, μή πως ἔλθωσιν οἱ πολέμιοι διὰ νυκτός.

〈καταβείομεν〉] θαρραλεωτέρους τοὺς σκοποὺς ποιήσοντες.

98. μή τοι μὲν καμάτῳ ἀδηκότες] προαπολογεῖται ὡς διὰ τὸν Θρασυμήδην, εἰ καὶ ἀνθρώπινόν τι πάθοι· ἐκεῖνοι δὲ κρείσσονες ὁρῶν- ται τῶν παθῶν. §. περισσὸν δὲ τὸ “τοί·” ἐνήλλαξε δὲ τὴν φράσιν· [*](B=) ἔδει γὰρ μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, ἐπέλθωσι δὲ οἱ πολέμιοι.ʼ §. τὸ δὲ “ἀδηκότες” ἀηδισθέντες· καὶ “δείπνῳ ἀδήσειεν” (Od. 1. 134). B- §. “ὕπνῳ” τῇ ἀγρυπνίᾳ· “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. 6. 2).

101. * ἀπολογεῖται ὡς δεόντως εἰπών.

103. Ἀτρείδη κύδιστε] κύδιστον γὰρ πάντων βασιλεύς. ἐκ προ- οιμίων δὲ ἀνακτᾶται τὸ καταπλῆξαν τοῦ βασιλέως.

[*](1. τὸν ἀ. ‖ 8. supplevi ex B. ‖ 9. ἐκφωνήσει B ‖ 14. μέλλει ‖ 17. ἐπιτετάρακται ‖ ‘fort. δὲ post τῷ delendum et 〈ηὔξησε τὸ〉 vel 〈ἐγένετο〉 ἑκτετάρογμαι scribendum ᾿ 20. supplevi ex B 26. ποι || 29. τὸ τί B)
348
[*](B-)

104. οὔ θην Ἕκτορι πάντα νοήματα] αἱ γὰρ ἄκρα〈ι〉 τῶν εὐτυ- χιῶν μεταβολὰς ποιοῦσιν· πιθανῶς δὲ νῦν μὲν παραθαρσύνει τὸν Ἀγαμέμνονα—ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον— ἐν δὲ τοῖς ἑξῆς τὸν Διομήδην φοβεῖ εὑρὼν βαθέως καθεύδοντα. καί φησιν “οὐκ ἀίεις, ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται” (160); δεῖ γάρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττηται μήτε τῷ θάρσει ἀπαρα- σκεύαστος γίνηται.

οὔ θην Ἕκτορι 〈— Ζεὺς ἐκτελέει, ὅσα πού νυν ἐέλπεται〉] οἶδε γάρ, ὡς διʼ αὐτόν· ὑποκορίζων δὲ “Ἕκτορι” φησίν, ἅμα δέ, ὅτι οὐ μέμφεται τὴν πρώτην βουλήν, οὐδὲ πρὸς τὴν ἀπόβασιν ἐξεταστέον τὰς βουλάς.

108. σοὶ δὲ μάλʼ ἕψομ᾿ ἐγώ] “μάλα,” ἵνα μὴ δοκῇ δι᾿ ἀνάγκην επεσθαι αὐτῷ.

[*](B=)

ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους] καλῶς οὐχ ὁ Ἀγαμέμνων καθʼ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τῆς Ἀχιλλέως ὀργῆς τὴν αἰτίαν.

111. *ἀλλʼ εἴ τις] ἀντὶ τοῦ εἴθε.

113. τῶν γὰρ νῆες—ἑκαστάτω] διὰ σχήματος ἐδηλώθη διὰ τί Μενέλαος ἐκεῖ ἀπέσταλται, ὥστε οὐκ ἀργὸν τὸ “ῥίμφα θέων” (54).

*ἑκαστάτω] πορρωτάτω.

[*](B=)

114. ἀλλὰ φίλον περ ἐόντα] χαρίεν τὸ τῆς ὑποθέσεως· εὑρίσκεται γὰρ προβλέψας ἤδη, 〈ὃ〉 περὶ αὐτὸν μέμφεται.

115, 6, 7. νεικέσω —ὡς εὕδει—νῦν ὄφελεν πονέεσθαι] ἀποδέχεται οὖν τὸν Ἀγαμέμνονα συνεργοῦντα τῷ καιρῷ.

115. *εἴ περ μοι] οὕτως αἱ Ἀριστάρχου. τινὲς δὲ “εἰ καί μοι.”

117. νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας] πρεπόντως τὸν πόλεμον ἀποσιωπᾷ, ὁ μέντοι Μενέλαος τοῦτο〈ν〉 ἐνθυμεῖται· “τοὶ δὴ ἕθεν εἵνεκα” (27).

[*](B=)

120. ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα] οὐδὲ ὡς συκοφαν- τοῦντι τῷ Νέστορι μέμφεται, οὐδὲ καθάπαξ ὑπεραπολογεῖται τοῦ ἀδελφοῦ, ἀλλʼ ὁμολογῶν αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λόγον ἐκέρασεν.

[*](A= B-)