Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

56. ἐς φυλάκων ἱερὸν τέλος] ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρ- [*](B=) έχουσιν, ὅ ἐστι θεοῦ ἴδιον.

57. κείνου γάρ κε μάλιστα πιθοίατο] διὰ δύο, ὅτι τε τὸν υἱὸν [*](B=) παρέσχεν αὐτῶν ἄρχειν καὶ αὐτὸς δυσωπεῖ παρὼν καἰ ἐπιμελόμενος. παιδευτικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς.

58. καὶ Ἰδομενῆος ὀπάων] ἵνα καὶ αὐτὸς παρὼν αἰδέσιμος γένηται τοῖς φύλαξιν.

61. πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι] πιθανῶς· ὃ μὲν γὰρ ἐκπε- [*](B–) πληγμένος οὐ 〈προ〉νοεῖ τὸ πᾶν, ὃ δὲ ὡς προπαρεσκευασμένος ἐρωτᾷ. ἢ διὰ τὸ ποικίλον ἐξ ἀμφοῖν συνίσταται.

62. αὖθι μένω μετὰ τοῖσι] “αὖθι” ἐν τοῖς φύλαξιν· ὅθεν καὶ [*](B=) Ἀγαμέμνων ἑξῆς πρὸς τὸν Νέστορ ά φησι “κείνους δὲ κιχη- σόμεθα πρὸ πυλάων ἐν φυλάκεσ〈σ〉ι” (126).

63. ἠὲ θέω] πρὸς τὸ πρόθυμον τοῦ βασιλέως· καὶ ἔστιν ἐμπαθὲς [*](B=) δύο βασιλεῖς οὕτως αὐτουργεῖν.

65. μή πως ἀβροτάζομεν— πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέ- λευθοι] δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τεκτονικῆς· εἰς γὰρ πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς τὰς βοηθείας.

67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος [*](A B=) ὤν, μὴ καὶ ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι “ φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο” (85). καὶ ἐγρηγόρθαι ἄνωχθι] πρὸς τὸ διαμένειν τῇ φυλακῇ. ἐπεὶ δὲ [*](B=) τὸ “ἄνωχθι” ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ “ πάντας κυδαίνων.”

[*](11. κείνου etiam textus et B ‖ κε B: καὶ ut textus ‖ 12. ἐπιτελ- λόμενος B ‖ 13. παιδευτικῶς B: παιδευτικὸς ‖ 16, ἐτιτέλλεται ‖ 16, 17. ἐκπεπληγὼς ut B ‖ 17. supplevi ex B ‖ προπαρεσκ. B: προπαρα- σκευασμένος ‖ 24. ἀμβροτάζομεν ‖ 31. ἐγρηγόρθαι B: ἐγρήγορθε ‖ τὴν φυλακὴν ut B)
346
[*](A B=)

68. πατρόθεν ἐκ γενεῆς] ὡς ὅταν λέγῃ “διογενὲς Λαερτιάδη,” τὸν πατέρα δηλοῖ, τὸ δὲ “διογενές” τὸν ἀρχηγὸν τοῦ γένους.

69. πάντας κυδαίνων] ἀνακτώμενος καὶ προτρεπόμενος τῇ ἰδίᾳ ἐνεργείᾳ.

71. Ζεὺς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν] παθητικὰ ταῦτα, δύο ἀδελφοὺς τοιαῦτα περὶ τῆς ἰδίας ψυχῆς καὶ γονῆς ὑπονοεῖν.

[*](B=)

72. εὖ ἐπιτείλας] ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς εἰρη- μένους καὶ παραγγελθέντας στρατηγικῶς.

[*](B–)

75. εὐνῇ ἔνι μαλακῇ] οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐτοῖς σῴζει. μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι “κώεά τε ῥῆγός τε᾿᾿ (Ιl. 9. 661), τῷ δὲ Διομήδει νεωτέρῳ ὄντι “ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοός” (155)· τὸν δὲ Ὀδυσσέα κατέκλινεν Εὔμαιος ὑποβαλὼν “ῥῶπας” καὶ “δέρμα ἰονθάδος ἀγρίου αἰγόςʼ (Od.14.49). καὶ τῷ Διὶ Γῆ “νεοθηλέα ποίην” ἀναδίδωσι “λωτόν τʼ ἑρσήεντα ἠδὲ κρόκον ἡδʼ ὑάκινθον” (Ιl. 14. 347).

[*](Α-)

77. ζωστὴρ κεῖτο] ζωστὴρ ζώσματος διαφέρει· ζῶσμα γὰρ τὸ προσραπτόμενον κατὰ τὰ πέρατα τοῦ θώρακος.

ᾧ ῥʼ ὁ γεραιὸς ζώ〈ν〉νυθʼ, ὅτʼ ἐς πόλεμον] τὸν παρʼ ἡλικίαν ἀνδριζόμενον δηλοῖ.

79. *λαὸν ἄγων] μεῖζον 〈ἂν〉 τὸ ἐγκώμιον τοῦ Νέστρος γένοιτο, εἰ “λαόν” τις ἀκούοι 〈τὸν〉 σύμπαντα, μὴ τὸν τῶν Πυλίων μόνον.

[*](B=)

ἐπεὶ οὔ μιν ἐπέτρεπε γήραι λυγρῷ] ἀναιρεῖ τὰς προφάσεις τῶν ἀργεῖν ἐθελόντων δεικνύς, ὡς καὶ τοῖς φυσικοῖς ἐλαττώμασιν οἶδεν ἀντιτάττεσθαι προθυμία.

[*](Α +)

ἐπέτρεπε γήραϊ] “ἐπέτρεπε” διὰ τοῦ ε. §. τὸ δὲ “ἐπέτρεπε᾿᾿ ἀντὶ τοῦ ‘ οὐκ ἐδίδου ἑαυτὸν τῷ γήρᾳ οὐδὲ ὑπετάττετο αὐτῷ.ʼ

[*](Α+Β –)

80. ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος, 〈κεφαλὴν ἐπαείρας〉] εἰς τὸ “ἀγκῶνος” ἡ διαστολή. πρὸς τὸ “ἕζετο δʼ ὀρθωθείς” (Ιl. 2. 42). λείπει δὲ ὁ καί, ἵνʼ ᾖ ‘ καὶ κεφαλὴν ἐπαείρας.ʼ

[*](B=)

82. τίς δʼ οὗτος κατὰ νῆας] τετάρακται μέν· σκόπει δὲ τὴν προσ- οχήν, 〈ἣν〉 διὰ τοῦ γέροντος ἐνδείκνυται, ὃς οὐδὲ φθεγγομένου ἤσθετο τοῦ Ἀγαμέμνονος καὶ προὔλαβε τὸν λόγον διὰ τῆς ἐρωτήσεως. καλῶς δὲ νυκτὸς οὔσης καὶ ὡς γέρων ἀγνοεῖ.

83. ὅτʼ εὕδουσιν βροτοὶ ἄλλοι] “ἄλλοι,᾿᾿ οὐ γὰρ οἱ γέροντες· οὗτοι δὲ καὶ διὰ τὸν καιρὸν καὶ 〈διὰ〉 τὴν φρόνησιν ἀγρυπνοῦσιν.

[*](13. ῥινὸς B 15. Γῆ w: τὴν ‖ 23. ἀφαιρεῖ B)
347

84. ἠέ τινʼ οὐρήων διζήμενος] ὥσπερ τὸ ἀνδροφονῆα πομπῆα ἡνιοχῆα, οὕτως οὐρῆα· οὖρος οὐρεύς, ὡς πομπός πομπεύς.

85. φθέγγεο, μηδʼ ἀκέων] ταρασσόμενός φησιν ‘ εἰπὲ διʼ ἣν αἰτίαν [*](B -) πρός με ἦλθες·᾿ ἅμα δὲ καὶ διὰ τῆς φωνῆς θέλει μαθεῖν, μὴ ἐχθρὸς εἴη— οὔπω γὰρ εἶχον συνθήματα—ἢ ἴσως ὑπονοεῖ, μὴ Θρασυμήδης ἐστὶ τὴν τάξιν ἐκλελοιπὼς τῶν φυλάκων.