Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

50. οὐρῆες λέγονται διὰ τὸ ἄγονον· καὶ οὔρια ᾠὰ καλοῦμεν· [*](ΑB=) εὐπαθῆ δὲ τὰ ζῷα ταῦτα καὶ εὐά⌈λω⌋τα ὑπὸ νόσων· σύμμικτος γὰρ οὖσα ἡ φύσις αὐτῶν καὶ ἐκ διαφερόντων τοῖς εἴδεσιν οὐ μεγάλης εἰς τὸ φθείρεσθαι δεῖται ἀνάγκης, οὐδὲ ἀντέχει μέχρι πολλοῦ βλαπτο- μένη· οἱ δὲ κύνες καθαροῦ δέονται τοῦ ἀέρος ὀξυτέρᾳ τῇ ὀσφρήσει χρώμενοι. §. “ἀργούς” δὲ ἀκουστέον τοὺς λευκούς, ὅτι ἀσθενέστερά [*](A - B=) ἐστι ταῦτα τὰ σώματα τῶν ἐναντίως ἐχόντων, ἀραιότερα ὄντα καὶ εὐπαθέστερα· εἰσὶ δὲ ⌈οἱ μὲν] πρὸς γεωργίαν, οἱ δὲ πρὸς θή⌈ραν⟨⟩⌋ χρειώδεις· ὅθεν μάλιστα τὰς τροφὰς ἐπορίζοντο. §. εἰ δὲ καὶ θεὸς [*](B=) ὢν καὶ πολέμιος ⌈ἡτι⌋μασμένος καιρὸν δίδωσι μετανοίας, τί δεῖ τοὺς ἀνθρώπους ποιεῖν;

51. αὐτοῖς] τοῖς Ἔλλησιν· ⌈πρὶν ἢ δὲ⌋ τὸ ἄκρον καταλαβεῖν, ⌈ἢ- [*](A - B=) τοι τοὺς⌋ ἀρχηγούς, Ἀχιλλεὺς δημηγ⌈ορεῖ⌋.

52. ⟨βάλλε⟩] ἰοῖς ἔβαλλ⌈εν⌋, ὡς τὸ ᾤχετο, κατὰ Ἰωνικὴν περί- [*](Β=) φρασιν· ἢ τὸ “βάλλε” ἀντὶ τοῦ ἐφόνευεν.

Πάμφιλος “θαμεῖαι” λέγει ὡς ὀξεῖαι, Ἀρίσταρχος δὲ ὡς πυκιναι· [*](B=) ὁμοίως δὲ καὶ τὸ ταρφειαί.

53. 〈ἐννῆμαρ〉] ἐπὶ θʼ ἡμέρας, τι οὐδὲ ⌈ἄλλως⌋ ἡδύνατο γνωσθῆναι [*](B-) τὸ ἴδιον τῆς νόσου, ὅτι λοιμικὴ καὶ φθαρτική· ἢ ἐν τοσούτῳ χρόνῳ· ὡς γὰρ ἐπὶ πλέον ἐν ταῖς θʼ ἡμέραις καὶ μικρ⌈όν τι πρό⌈τερον ἢ ὕστερον ⌈κρί⌋νεται τὰ τοιαῦτα ⌈νοσ⌋ήματα ἢ ἀπόλλυσι τοὺς νο- σοῦντας· καλῶς οὖν καὶ ἡ Ἡρα μετὰ τὰς θ´ ἡμέρας ἐπὶ νοῦν τίθησι ζητῆσαι τὸν λοιμὸν Ἀχιλλεῖ, εἰ καὶ μὴ τοῦτο ⌈ἔλε⌋ξεν—Ἥρα γὰρ ὁ ἀήρ—, καὶ φθαρτὸν] γενόμεν⌈ον⌈ον⌋ πρῶτος ὁ Ἀχιλλεὺς ⌈ὡς ὢν⌋ ἰατρὸς καὶ Χείρωνος μαθητὴς τοῦτον συνεβάλετο. §. “λευκώλενον” [*](B=) [*](17. novavit rec. 24. repetitur *ἀντὶ τοῦ ἐφόνευε τὸ “βτάλλε” || 28. τε post ὅτι del. W ‖ 32. καὶ scripsi: γὰρ ‖ supplevi || 34. συνέλαβε)

10
δὲ τὴν Ἥραν φησίν, ὅτι διαφανής ⌈ἐστιν⌋ ὁ ἀήρ, καὶ παρόντων τῶν φωσφόρων καὶ λαμπρύνεται· διὸ καὶ “βοῶπις,” ὅτι διʼ αὐτοῦ ἡ τῆς ὄψεως ἐνέργεια ⌈ἐν νυκτὶ⌋ καὶ ἡμέρᾳ Φνωρίζει.

[*](B=)

⟨ᾤχετο⟩] οὐκ εἶπεν ἐπέμπετο, ἀλλʼ ὥσπερ ἐπὶ ἐμψύχῳ εἴδει ἐπορεύετο.

[*](B=)

⟨κῆλα⟩] ὡς τὸ δόρυ κοινόν ἐστι καὶ εἰδικόν, οὕτω καὶ τὸ κῆλον· ἢ “κῆλα” τὰ δείματά φησιν ἢ τὰ καύσεως αἴτια.

[*](B=)

54. ⟨ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς⟩] αὐτοκράτωρ γάρ, οὐ μισθωτὸς ἦν· τὴν δὲ στρατιὰν ὁ θέλων συνῆγεν· συνάγει μὲν γὰρ Ὀδυσσεὺς ἐν τῇ B καὶ Ἀχιλλεὺς ἐν τῇ T, ἄλλως τε καὶ αὐτὸς ἡγεῖται τῆς ὑπαίθρου στρατιᾶς· ὅτι γὰρ οὐ τυραννὶς τοῦτο ἦν, ἐκ τῶν λόγων αὐτοῦ δῆλον, καὶ μάλιστα τῶν ἐν ταῖς Λιταῖς.

[*](B=)

55. προϊὼν ἤδη καὶ τοὺς ἐπικούρους θεοὺς διασαφεῖ, τοῦτο μὲν τὸ προνοητικὸν τῶν θεῶν ἐνδεικνύμενος, τοῦτο δὲ καὶ φαντασίαν παρεντι- θείς.

[*](B -)

56. κήδετο] πῶς; ὅτι περ ἡ αἰτία γέγονε τῆς μήνιδος Ἀχιλλεῖ· εἰ γὰρ μὴ τοῦτο ὑπῆρξεν, οὐκ ἂν διηνέχθη ὁ Ἀγαμέμνων οὐδὲ ἔχθρα συνέβη, διʼ ὧν μᾶλλον ἐβλάβησαν Ἕλληνες· ῥητέον οὖν, ὅτι συνέ- φερε τὸν Ἀχιλλέα μηνῖσαι, ἵνα θαρρήσαντες οἱ Τρῶες τῷ πεδίῳ προέλθωσι καὶ νικηθῶσιν ἐκ τοῦ ἴσου μαχόμενοι· εἰ γὰρ ἐν τῇ πόλει ἔμειναν πολιορκούμενοι, μακρὸς ἂν ἐγένετο ἢ καὶ ἀτελεύτητος ὁ πόλεμος.

[*](B =)

ὅτι ῥα] δασυντέον τὸν ῥά· πάσης γὰρ λέξεως τὸ ρ ἀρχόμενον δασύνεται, πλὴν τοῦ 'Ρᾶρος.

[*](B=)