Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

57. ἤγερθεν] κατʼ ὀλίγον γὰρ συνιόντες πληθύνονται.

[*](B=)

59. Ἀτρείδη] κατʼ ἰδίαν τὸ “Ἀτρεὶδη·” κλητικὴ γάρ ἐστι καὶ αὐτοτελής· οὐ μέντοι ἐν τῷ “Ἀτρείδη κύδιστε ἄναξ ἀνδρῶν” (Il. 2. 434· σχεδὸν δὲ πᾶσαι μιᾶς ἔχονται συντάξεως.

[*](B=)

παλιμπλαγχθέντας] ὑφʼ ἓν Ἀρίσταρχος τὸ “παλιμπλαγχθέν- [*](A + B=) τας. §. τὸ “πάλιν” δὲ σημαίνει τὸ εἰς τοὐπίσω, ἤτοι μάτην ἀπράκ- τους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ εἰσβολὴν ποιησαμένους.

** μάτην ἀπράκτους ὑποστρέψαντας, μονονουχὶ πλάνην, οὐκ εἰσ- βολὴν ποιησαμένους· τὰ γὰρ περὶ Μυσίαν ἀγνοεῖ.

[*](AB=)

62. Ἡρωδιανὸς τελείαν δίδωσιν εἰς τὸ “ἐρείομεν,” ἵνα γενικὸν ᾖ [*](7. σήματα coni. W ‖ 16. IB et IT || 12. αὐτῶν: corr. W ‖ 24. 'Ράρος || 29—31. in marg. sup. || 34. εἴη)

11
τὸ μάντις· ὁ δὲ Πορφύριος τρία ἀποδέχεται, μάντιν λέγων τὸν διὰ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ἱερέα δὲ τὸν διὰ θυσιῶν, ὀνειροπόλον ⟨δὲ⟩ τὸν ὀνειροκρίτην.

καὶ γάρ τʼ ὄναρ] ⟨καὶ γάρ τι ὄναρ⟩, ὅ ἐστι τὸ τέλειον· ἐπειδὴ τὸ [*](A + B=) ὄναρ ⌈σαθρόν⌋ ἐστιν, ὕψωσεν αὐτὸ τῇ προσθήκῃ.

τὸ “ἔστιν” ἐγκλιτικόν ἐστιν, εἰ μὴ ἄρχεται ἢ προηγεῖται αὐτοῦ [*](B=) ἡ οὐ ἀπόφασις.

64. ⟨ἐχώσατο Φοῖβος⟩] τῶν αἰφνιδίων θανάτων αἴτιόν φασιν εἶναι [*](B=) Ἀπόλλωνα. §. τ⌈ῷ⌋ δὲ ὅ τι λείπει ἡ διά.

65. εὐχωλῆς] ὥσπερ παρὰ τὸ παύσω παυσωλή καὶ ἔλπω ἐλπωρή, [*](B=) οὕτω παρὰ τὸ εὔχω εὐχωλή. §. “ἑκατόμβη” δὲ ἀπὸ τοῦ ἑκατόν καὶ [*](A + B=) τοῦ βοῦς.

66. αἴ κεν πως] περισσὸς ὁ “χέν” καὶ ἔστιν ἀντὶ τοῦ εἴ πως.

[*](AB=)

κνίσης] Πυθαγορικός ἐστι μᾶλλον φιλόσοφος ἢ στρατιώτης, ὡς [*](B=) δῆλον ἔκ τε τῶν νῦν καὶ ἐκ τοῦ “αὔριον ἱρὰ Διὶ ῥέξας (Il. 9. 357) καὶ τῶν περὶ τοῦ δέπαος τῆς Πατροκλείας (Il. 16. 225)· πῶς οὖν κατὰ Κράτητα καὶ Περσαῖον οὕτε φρόνιμος οὔτε σώφρων οὔτε ἀνδρεῖος; πηγὴ γάρ τις ἐστὶ τῆς ἄλλης ἀρετῆς τὸ δοκεῖν εἶναι θεούς.

67. ἡμῖν ἀπὸ λοιγόν] ὀρθοτονεῖται τὸ “ἡμῖν·” ἀρκτικὸν γάρ ἐστι [*](B=) κατὰ τὴν τῆς “ἀπό” σύνταξιν, ὅτι πρὸς τὸ ἀμῦναι ἡ ἀπό φέρεται.