Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

43. ⟨τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων⟩] συνητίμαστο γὰρ τῷ ἱερεῖ ἐν τῷ “μή νυ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο,” καὶ ὅτι Τρωικός ἐστιν ὁ θεός· ἀπολίτευτον δὲ τὸ πρὸ τῆς εὐχῆς ἐπικουρῆσαι. διδάσκει οὖν ὅσον ὀνίνησιν εὐχὴ καθαρά· ὅσον δὲ ἀνωφελὴς ἡ μυσαρὰ θυσία, Αἴγισθος.

[*](B=)

44. ⟨κῆρ⟩] παρὰ τὴν καῦσιν· τὸ δὲ ἔμφυτον θερμόν φασιν εἶναι τὴν ψυχήν.

[*](B-)

45. τόξα] προαναφώνησις· ἓν εἶχε τόξον, ἀλλὰ τῇ φωνῇ τοῦ πλήθους τῶν δεινῶν ἐμφαίνει τὸ μέγεθος.

*ἀμφηρεφέα] ἀμφοτέρωθεν ὠροφωμένην, ἐκ τοῦ ἐρέφω.

[*](8, ᾤκησαν ‖ 9. ὠνόμασαν ‖ 10. Διόνυσος supra add. 14. ἀνταποδοῖεν B: ἀνταποδώσεις 16. supplevi ex B 22. suppl. W ex B ‖ 23. la- cunam indicavi ‖ 28. ὡς ante Αἴγ. delevi ‖ 33. ὀροφωμένην || ἐρέφθω)
9

46. ἔκλαγξαν δʼ ἄρʼ ὀιστοί] ἐπιστρέφει πρὸς εὐσέβειαν τὸ καὶ [*](B-) τὰ ἄψυχα αἰσθάνεσθαι τῆς θείας δυνάμεως, ὡς καὶ ἐπὶ Ἀχιλλέως “τάδʼ ἀνέκραγεν” (Il. 19. 13).

47. *αὐτοῦ κινηθέντος] ὅτι “αὐτοῦ τοπικὸν ἐπίρρημα, ἢ ὅτι αὐτοῦ τοῦ δαίμονος.

⟨νυκτὶ ἐοικώς⟩] τὰ φοβερὰ νυκτὶ εἰκάζει.

[*](B=)

48. τὸ “ἕζετο” ἐφεδρ〈ε〉ίαν τινὰ δηλοῖ καὶ πλείω διατριβήν.

[*](B +)

49. ⟨κλαγγή⟩] λέγεται καὶ ἐπὶ ἐμψύχων, ὡς καὶ ἐπὶ Τρώων· [*](B=) ἐπὶ δὲ ἀνθρωπίνου τόξου ψιλῶς, ὡς τὸ “λίγξε βιός (Il. 4. 125).