Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

34. ⟨ἀκέων⟩] οὐκ οἰμώξας διὰ τὸν καιρόν. §. “ἀπάνευθε” δέ, ἵνα [*](B=) ⟨μὴ⟩ ἀκούσωσιν οἱ πολέμιοι· ὑποθήκη δέ ἐστι τοῖς καταδεεστέροις [*](B=) καταφεύγειν ἐπὶ τὸ ⌈θεῖον⌋ ἀδικουμένους.

36. ⟨Ἀπόλλωνι ἄνακτ⟩] ἢ ὅτι αὐτός ἐστι τῶν φαινομένων [*](B +) ⟨αἴτιος⟩, ἢ ὡς μουσικὸν ἄνακτα αὐτὸν ὁ ποιητής φησιν, ἢ τῷ ἰδίῳ ἄνακτι.

37. ⟨κλῦθί μευ⟩] ἐν γενικῇ τὸ μεῦ, οὐκ ἐν δοτικῇ· καὶ ἔστιν [*](B=) ἀναλογοῦν τὸ “τοῦ δʼ ἔκλυε Φ⌈οῖβος⌋ Ἀπόλλων” (43).

⟨ἀργυρότοξε⟩] διὰ τὴν χρείαν τῶν βελῶν τοῦτό φησιν· ἔοικε δὲ [*](B +) μηδὲν διαφέρεσθαι περὶ τὸν ἄργυρον καὶ χρυσόν.

⟨Χρύσην⟩] ἀπόρθητος αὕτη, ἡ δὲ Τένεδος ⟨πεπορθημένη⟩· “τὴν [*](B +) ἄρετʼ ⌈ἐ⌋κ Τενέδοιο γέρων” (Il. 11. 625)· τὸ δὲ παρὸν ἔτοιμον πρὸς [*](1. αὐτοὺς ἐπέγραφε πρᾶγμα δηλοῖ δέ: αὐτοῦ ἐπιγράφον γράμμα δηλοῦν A, αὐτοῦ ἐπιγράφει γράμμα B, corr. Bekker ‖ βασιλεὺς μέν ἀγ. ‖ 7. re- petitur in marg. sup. ἀντὶ τοῦ μεταλαμβάνουσαν, ὡς τὸ ἀντιόων ταύρων || 17. ὅπως εἴκειν τὰς ὑπερβολάς 19. οὐκ ‖ 22. statim sine lemmate signo adiecto schol. repetitur * ἵνα μὴ ἀκούσωσιν οἱ πολέμιοι· ἐπισύνηθες δέ ἐστι τ. κ. κ. ἐπὶ τὸ θεῖον. ‖ 29. παρὰ τ. ἄ.)

8
ὑπόμνησιν, ὥς που φησὶ περὶ τῶν πρεσβευτῶν “πολλὰ μάλʼ εὐχο- μένω γαιηόχῳ” (Il. 9. 183).

[*](A + B=)

38. Κίλλος ἡνίοχος Πέλοπος περὶ Λέσβον ἀποθανών· ἀθυμοῦντι δὲ αὐτῷ παρέστη κελεύων Κιλλαίῳ Ἀπόλλωνι θύειν διὰ τὸν αἰφνίδιον ⌈θάνατον⌋ καὶ νικήσειν· ὅθεν καὶ] τῆς ὀνομασίας ἔτυχεν ἡ πόλις.

[*](B=)

Κύκνου καὶ Σκαμανδροδίκης Τέννης καὶ Ἡμιθέα· ὃς ἀπελαθεὶς ὑπὸ τοῦ πατρὸς σὺν τῇ ἀδελφῇ Ἡμιθέᾳ διὰ τὴν ἐπιβουλὴν τῆς μη- τρυιᾶς Καλύκης ᾤκησεν τὴν Λευκόφρυν, καὶ ἀφʼ ἑαυτοῦ Τένεδον ὠνόμασεν.

[*](A +)

39. ⟨ἔρεψα⌋] ἐκ τοῦ ἐρέφω, ἐξ οὗ καὶ Εἰραφιώτης Διόνυσος· ἢ παρὰ τὸ ἐρίφῳ συνανατραφῆναι· ἢ παρὰ τὸ ἐρίῳ αὐτὸν πλέκεσθαι.

[*](B =)

41. ⟨ταύρων ἡδʼ αἰγῶν⟩] θυσίαις ταύρων καὶ αἰγῶν ἥδεται ὁ Ἀπόλλων· ὕλη γὰρ τοῖς τόξοις τὰ κέρατα αὐτῶν.

[*](B=)

42. ⟨τίσειαν Δαναοί⟩] μικρῷ λόγῳ μεγάλα αἰτεῖ· ἀνταποδοῖεν τοῖς βέλεσί σου ταῦτα τὰ δάκρυα, ὅ ἐστι τοξεύων εἴσπραξαι αὐτοὺς ἅπερ ἐγὼ ἐξέχεα δάκρυα· ἐν σχήματι δ⟨ὲ ὃ παρῆκεν ἔφρασεν, ὡς ἄρα⟩ ἔκλαιεν ὁ γέρων.

[*](B +)

πῶς Ἕλλησιν ἐπαρᾶται τοῖς ἐπευφημήσασι δοθῆναι αὐτῷ τὴν θυ- γατέρα καὶ μὴ μᾶλλον Ἀγαμέμνονι: φαμὲν οὖν· εἰ ἀπέθανεν Ἀγα- μέμνων, ἀνεκζήτητος 〈ἂν〉 ἔμεινεν ἡ αἰτία τοῦ λοιμοῦ, ἢπλεόντων ἐπὶ τὴν πατρίδα τῶν Ἑλλήνων ἀναπόδοτος ἔμεινεν ἡ Χρυσηίς. ἄλλως τε Ἕλλη- σιν ἀρᾶταιἐπεὶ καὶ αὐτοὶ πορθήσαντες ἀπέδωκαν ⟨αὐτὴν⟩ Ἀγα- μέμνονι· εἰ δὲ προσθείης . . . . ὅτι βάρβαρος ὁ Χρύσης καὶ πᾶσιν ἐχθρός.

[*](B-)