Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

13. ἀνέβραχε] ἀντὶ τοῦ φωνὴν ἀφῆκεν. ἔστι δὲ ἡ λέξις πεποιη- μένη. ὡς τὸ “ἔβραχε δὲ θύρετρα” (Od. 21, 49) καὶ “ἔκλαγξαν ὀϊστοί” (ΙΙ. 1, 56). οὐκ ἄρα οὖν ἔμψυχα ἦν, ἀλλ᾿ ἤχησαν. οἱ δὲ Μυρμιδόνες τὸ κάλλος ἐκπλήττονται, ἀντοφθαλμεῖν μὴ δυνάμε- νοι.

16. ὥς μιν μᾶλλον ἔδυ χόλος] πολλὴ ἡ τῶν ἄλλων ὑπεροχή· οὐ μόνον γὰρ παραμένει, ἀλλὰ καὶ θυμοῦται ὑπὲρ τῆς τῶν Τρώων ἀφαιρέσεως· ἠρέθισται γὰρ τῇ ὁμοιότητι. ἢ ὅτι “αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος” (Od. 16, 294).

17. ὡσεὶ σέλας ἐξεφαάνθη] ὡς πῦρ ἐφάνησαν ὑπὸ τοῦ θυμοῦ. σέλας δὲ κυρίως τὸ νυκτερινὸν φῶς, ἀφ᾿ οὗ καὶ σελήνη· ἢ πᾶν πῦρ, παρὰ τὸ σαλεύεσθαι.

18. ἐν χείρεσσιν ἔχων] ψηλαφῶν· οὐ γὰρ εἰς χεῖρας αὐτῷ ταῦτα ἀνετίθετο.

[*](30. ὑπὸ τοῦ θυμοῦ] *ὑπὸ τε θυμοῦ καὶ τῆς ἀνταυγάσεως τῶν ὄπλων. 34. ἀνετίθετο Vill.] ἀνέθετο)
205

21. ὅπλα μὲν πάντα κοινῶς τὰ συντελοῦντα εἰς χρείαν τινά· νῦν δὲ τὰ πολεμικά φησιν.

ἐν ἑαυτῳ τὸ πρᾶγμα τὴν ὑπερβολὴν ἔχον ὑπεροχὴν οὐκ ἐπιδέ- χεται μείζονα.

24. ἄλκιμον υἱόν] τὸν τότε, οὐ τὸν νῦν· ἁρμόζει δὲ τῇ συμπαθείᾳ ἡ τῆς ἀλκῆς ὑπόμνησις, καὶ τῆς αἰκίας αὐτὸν ἐλεεῖ. καὶ τὸ “μή μοι” δὲ πολλῆς ἐστὶ φιλίας καὶ συμπαθείας.

25. μυῖαι καδδῦσαι] ἐντίκτουσι γὰρ αἱ μυῖαί τι ταῖς σαρξὶν, ἐξ ὧν οἱ σκώληκες γίνονται. χαλκότυπος δὲ ἡ χαλκῷ τετυπωμένη. συλληπτικῶς δὲ εἶπε πάσας ὠτειλάς· πεσόντα γὰρ πολλοὶ ἔτρωσαν, ὡς καὶ Ἕκτορα· “οὐδ᾿ ἄρα οἵ τις ἀνουτητί γε παρέστη” (ΙΙ. 22, 371). ὀξυτόνως δὲ τὰς εὐλάς, ὅπερ ἀπὸ τῆς εἰλήσεως παρῆκται.