Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27. *ἀπογυμνωθῇ δὲ καὶ φανερωθῇ ὁ αἰὼν, ἤγουν ὁ νωτιαῖος μυελός.

κατὰ δὲ χρόα πάντα σαπήῃ] ὁ νεκρὸς κατασαπῇ τὸν χρόα Ἀτ- τικῶς δὲ ἔχει ἡ σύνταξις.

30. ἄγρια νῦν τὰ θρασέα καὶ ἀναιδῆ καλεῖ. ἀρηϊφάτους δὲ τοὺς ὑπὸ σιδήρου πεφονευμένους.

32. τελεσφόρον] τὸν εἰς τέλος φέροντα τὰ φυόμενα.

36. ἀλκήν] τινὲς τὴν πανοπλίαν· ἔστι δὲ ὅμοιον τῷ “ἀναιδείην ἐπιειμένε” (ΙΙ. 1, 149).

44. σίτοιο] σῖτος μὲν καλεῖται καὶ ὁ κατειργασμένος καὶ ὁ ἀκα- τέργαστος, πυρὸς δὲ μόνος ὁ ἀκατέργαστος. ἔνδειξιν δὲ τῆς ἀρετῆς Ἀχιλλέως ἔχει ἡ τοῦ τοσούτου πλήθους σύνοδος.

46. ἐξεφάνη] αἰφνιδίως ὤφθη. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.

49. ἔγχει] ἑκάτερος τῷ ἰδίῳ, ὡς τὸ “φεύγωμεν φίλην ἐς πατρίδα γαῖαν” (ΙΙ. 2, 140).