Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. ῥοάων] Βοιώτιος ἡ φωνή· ποιοῦσι δὲ καὶ ἀπὸ τῶν εἰς ες ἀρσενικῶν· “Ἄρτεμι Κρητάων πότνια·” καὶ ἀπὸ τῶν εἰς ος· [*](2. τὸ ὡς] ὡς om. Townleiano πότνια τοξοφόρων·” b. κεραμικοῦ Vill.] κεραμεικοῦ “λαοῦ τοξοχίτωνος ἀκούετε Σειρηνάων” 14. ὀρχουμένων Bekkerus] θεω- Ἐπίχαρμος. De quo dixit Ahrens. μένων 29. πότνια”] Plenius in cod. de dial. vol. 2 p. 229.)

204
“καλοὶ νησάων ἀστέρες.” καὶ ἀπὸ οὐδετέρων· “βλεφάρων τ᾿ ἄπο κυανεάων.”

3. θεοῦ πάρα δῶρα] τὰ παρὰ θεοῦ δωρηθέντα. διὸ ἀναστρεπτέον, ὡς καὶ τὸ “Ἡφαίστοιο πάρα κλυτὰ τεύχεα δέξο” (10).

4. περικείμενον] περιπεπλεγμένον· διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὥς φησιν Ἡρωδιανός. μόνον οὐχὶ δὲ διὰ τῆς μεταφορᾶς τὸν τῷ νεκρῷ προσηλωμένον ἐδήλωσεν. ἐπὶ δὲ τῆς γυναικὸς “ἀμφ᾿ αὐτῷ χυμένη” φησί (284). δαιμονίως δὲ ἀμφότερα καὶ λίαν μιμητικῶς.

5. κλαίοντα] πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἄγει ἐπὶ τὰ δάκρυα. λιγέως δὲ ἡδέως, ὀξέως· “μετὰ γάρ τε καὶ ἄλγεσιν ἥδεται ἀνήρ” (Od. 15, 399).

7, 8. ἔν τ᾿ ἄρα οἱ φῦ χειρί] διὰ μὲν τῆς λέξεως ταύτης δηλοῖ ὅτι μάταιόν τι καὶ περιττὸν ποιεῖ νεκρῷ συμπεπλεγμένος, διὰ δὲ τοῦ ἐάσομεν ὡς συμπάσχουσα ὑπάγεται τὸν παῖδα.

8. πρῶτα] ἅπαξ. ἰότητι δὲ ὁρμῇ, παρὰ τὸ ἰέναι. πάντα δὲ πρὸς τὸ θεῖον ἀναφέρουσι, καὶ μᾶλλον οἱ ἀτυχεῖς.

11. οἷ᾿ οὔ πώ τις ἀνὴρ] νῦν γὰρ φιλοτιμησάμενος Ἥφαιστος κρείττονα τῶν πρώτων εἴργασται. ὁ δὲ τῶν ὅπλων ἔπαινος χρήσιμος εἰς τὸ διεγεῖραι τὸν φιλότιμον Ἀχιλλέα.