Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

91. πρέσβα Διὸς θυγάτηρ] κατ᾿ εὐφημισμὸν ὁ λόγος, οἷον καθὸ θεὸς, πρέσβα πᾶσι καὶ τιμία, ἐπεὶ πῶς αὐτὴν οὐλομένην καλεῖ; τὸ δὲ πρέσβα ἀπὸ τοῦ πρέσβεια συγκέκοπται. συγγνώμην δὲ ἑαυτῷ ποριζόμενος ὡς θεοβλαβεῖ αὔξει τὴν δαίμονα, ὡς ὑπὸ μεγίστης θεοῦ βλαπτόμενος, καὶ ἵνα τοὺς ἁμαρτάνοντας μὴ μέμφοιτό τις.

92. ἁπαλοὶ πόδες] λανθάνει γὰρ ἐπιφοιτῶσα· ἢ ὅτι αἱ πρῶται τῆς Ἄτης ἀρχαὶ ἁπαλαί. ὅταν δὲ εἴπῃ “ἡ δ᾿ Ἄτη σθεναρή τε καὶ ἀρτίπους” (ΙΙ. 9, 505), τὴν τοὺς ὑβρίσαντας ἱκέτην μετερχομένην δηλοῖ.

93. κατ᾿ ἀνδρῶν κράατα] οὐ γὰρ πίπτει βλάβη οὐδεμία χαμαὶ, ἀλλ᾿ εἰς κεφαλήν τινος ἀποσκήπτει τὴν ἀτυχίαν, καὶ ἐπὶ κράατα βαίνει τὸν νοῦν βλάπτουσα, ὅς ἐστιν ἐν τῇ κεφαλῇ· ἢ ὅτι ταπει- [*](7. *ἕο] om. 18. περισσὴν] περισσὸν 14. αὐτοῦ] αὐτόν. Conf. ad 16, 20. εἰς addidit Bekkerus. 22. εὐφημισμὸν] εὐφημησμὸν)

210
νοῦσα αὐτοὺς ταῖς κεφαλαῖς ἐπίκειται καὶ ἐπικαταθλᾷ αὐτάς. ἡ δὲ κατά ἀντὶ τῆς ἐπί, ἵν᾿ ᾖ ἐπὶ ἀνδρῶν κράατα.

94. ἕτερον] τὸν ἕνα τῶν παροργισάντων. ἢ οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ ἕτερον.

95. ἐν οἷς ἐλεεινολογεῖται ὑψοῖ ἑαυτὸν, εἰκάζων τῷ μεγίστῳ θεῷ· μακρολογεῖ δὲ, θεραπεύων Ἀχιλλέα, ὡς οὐκ αὐτὸς αὐτῷ τῆς ἀπωλείας αἴτιος Πατρόκλου· καλῶς δὲ καὶ ἐκ Πελοποννήσου τὸ παράδειγμα ἔλαβεν.

96. φάσ᾿ ] ἄδηλα γὰρ τὰ περὶ θεῶν. ἤ φασιν ὅτι καὶ τὸν Ζῆν᾿ ἄσατο, ὅ ἐστιν ἔβλαψεν.

97. διὰ τοῦ θῆλυς οὐ μόνον τὴν φύσιν, ἀλλὰ καὶ τὸ ἀσθενὲς παρέστησεν αὐτῆς τὸ πρὸς τὸν Δία.