Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
100. διαβεβαιούμενος· δεόντως δὲ εἰς τοῦτο ἦλθε τὸ διήγημα· ὡς γὰρ ἠνιᾶτο Ζεὺς ὁρῶν τὸν Ἡρακλέα ὑποτασσόμενον, οὕτω κἀγώ. πῶς δὲ τὰ παρὰ θεοῖς οἶδε γινόμενα; ῥητέον δὲ ὅτι κοινὸν ὄντα τὸν μῦθον παρείληφεν.
103. μογοστόκος] ἡ παραιρουμένη τὸν μόγον τῶν τοκετῶν.
104. ἐκφανεῖ] ἐξαγάγῃ πρὸς τὸ φῶς καὶ φανερώσει, ὅ ἐστι γεννηθῆναι ποιήσει.
105. τῶν] τούτων· λείπει δὲ τὸ τῶν ἄρθρον, ὡς τὸ “εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν” (Od. 2, 206), ἵν᾿ ᾖ τῆς γενεῆς τούτων τῶν ἀνδρῶν. μεγάλη δὲ παραίνεσις πρὸς τὸ μὴ ἐπιορκεῖν, εἴ γε καὶ ἀμφιβόλου ὄντος τοῦ “ἐξ ἐμεῦ αἵματος” —δηλοῖ γὰρ καὶ υἱοὺς καὶ ἀπογόνους—οὐ παρέβη ὁ Ζεὺς τὸ ἐπάγγελμα.
αἵματος] μεταφορικῶς ἀντὶ τοῦ γένους, ὡς καὶ παῤ ἡμῖν ἔτι λέγεται, ὁ γὰρ παῖς οὗτος αἷμά μού ἐστιν.
107. εἰκότως ψεύδεσθαι αὐτόν φησιν, ἐρεθίζουσα ἐπὶ τὸν ὅρκον.
108. διὰ τί μὴ νεῦσαι αὐτὸν κελεύει; ἢ τάχα φοβουμένη μὴ μετατεθῇ, ἐπὶ τὸ ἰσχυρότερον ἔρχεται.
110. μετὰ ποσσὶ γυναικός] μεταξὺ τῶν τῆς γυναικὸς ποδῶν. εὐσχημόνως δὲ καὶ σοφῶς ἀνήνεγκε τὴν λοχείαν.